[ ]
Crete, Ctr. — Knosos [Car., Magnesia Mai.] — end 3rd/2nd c. BC — McC. Magn. 116 & 36
| [— — — — — — — — — — — — — — — — — — — — — —] | |
| 1 | [— — — — — — — — — — — κρ]ίνοντεν ἀξίονς [— — —] |
| [— — — — — — — — — — — — τῶ]ν παρ’ ἁμῖν τιμίων | |
| [— — — — — — — — — — —] ἁμὶν διασαφησα[ν]- | |
| [τ— — — —]ων· ὑπογεγ[ρ]άφαμεν δὲ τῶ ψαφίσμα- | |
| 5 | [τος τὸ ἀ]ντίγροφον· εὖ οὖν ποιήσετε ἀναγράψαν- |
| [τες ἐς τ]ὰν στωιὰν καὶ ὑμέν· ἀνεγράψαμεν | |
| γὰ[ρ κ]αὶ ἁμὲν ἐν στάλαι λιθίναι καὶ ἐθήκαμεν | |
| ἐν τῶι ἱαρῶι τῶ Ἀπέλλωνος τῶ Δελφιδίω. ἔρρωσθε. | |
| ἐπὶ τᾶς Ἀρχήιας κοσμιόντων τῶν σὺν Ζω- | |
| 10 | άρχωι ἔδοξεν Κνωσί[ω]ν [τ]οῖς κόσ[μοις] καὶ |
| τᾶι πόλι· Θιογείτονα Σίμω, Ἰοφ[ῶντα Ἰο]- | |
| φῶντος Μάγνητας ἀπὸ Μαιάνδρω π[ρο]ξένονς | |
| ἦμεν καὶ εὐεργέτανς Κνωσίων αὐτὸνς καὶ ἐγγό- | |
| νος καὶ μετέχεν θείων κἀνθρωπίνων ἐς τὸν | |
| 15 | πάντα χρόνον, ὧν καὶ αὐτοὶ Κνώσιοι μετέχοντι· |
| ἦμεν δὲ καὶ ἔσπλουν κα[ὶ] ἔκπλουν καὶ πολέμω | |
| καὶ εἰρήνας αὐτοῖς καὶ ἐγγόνοις καὶ χρήμασι | |
| τοῖς τούτων ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ κατὰ γᾶν | |
| καὶ κατὰ θάλασσαν. |