[ ] Crete, Ctr. — Knosos [Car., Magnesia Mai.] — end 3rd/2nd c. BC — McC. Magn. 116 & 36
[— — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — — κρ]ίνοντεν ἀξίονς [— — —]
[— — — — — — — — — — — — τῶ]ν παρ’ ἁμῖν τιμίων
[— — — — — — — — — — —] ἁμὶν διασαφησα[ν]-
[τ— — — —]ων· ὑπογεγ[ρ]άφαμεν δὲ τῶ ψαφίσμα-
5 [τος τὸ ἀ]ντίγροφον· εὖ οὖν ποιήσετε ἀναγράψαν-
[τες ἐς τ]ὰν στωιὰν καὶ ὑμέν· ἀνεγράψαμεν
γὰ[ρ κ]αὶ ἁμὲν ἐν στάλαι λιθίναι καὶ ἐθήκαμεν
ἐν τῶι ἱαρῶι τῶ Ἀπέλλωνος τῶ Δελφιδίω. ἔρρωσθε.
ἐπὶ τᾶς Ἀρχήιας κοσμιόντων τῶν σὺν Ζω-
10 άρχωι ἔδοξεν Κνωσί[ω]ν [τ]οῖς κόσ[μοις] καὶ
τᾶι πόλι· Θιογείτονα Σίμω, Ἰοφ[ῶντα Ἰο]-
φῶντος Μάγνητας ἀπὸ Μαιάνδρω π[ρο]ξένονς
ἦμεν καὶ εὐεργέτανς Κνωσίων αὐτὸνς καὶ ἐγγό-
νος καὶ μετέχεν θείων κἀνθρωπίνων ἐς τὸν
15 πάντα χρόνον, ὧν καὶ αὐτοὶ Κνώσιοι μετέχοντι·
ἦμεν δὲ καὶ ἔσπλουν κα[ὶ] ἔκπλουν καὶ πολέμω
καὶ εἰρήνας αὐτοῖς καὶ ἐγγόνοις καὶ χρήμασι
τοῖς τούτων ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ κατὰ γᾶν
καὶ κατὰ θάλασσαν.
Search Help
Contact Us