[ ]
Crete, Ctr. — Biannos [Ion., Teos] — after ca. 170 BC — McC. Teos 18
| 1 | Βιαννίων· |
| ἔδοξεν Βιαννίων τοῖς κόσμοις καὶ τᾶι | |
| πόλει. ἐπειδὴ Τήιοι φίλοι καὶ συγγενεῖς | |
| ὑπάρχοντες διὰ προγόνων ψάφισ- | |
| 5 | μα καὶ πρεγγευτὰς ἀπέστειλαν Ἡρό- |
| δοτον Μηνοδότου καὶ Μενεκλῆν Διονυ- | |
| [σίου, οἱ δὲ ἐ]πελθόντες ἐπὶ τὸς κόσμος | |
| καὶ τὰν ἐκκλησίαν διελέγησαν ἀκολού- | |
| θως τοῖς ἐν τῶι ψαφίσματι κατακε- | |
| 10 | χωρισμένοις, ἀποδεικνύοντες τὰν |
| πόλιν ὑπὸ τῶν προγόνων ἁμῶν κα- | |
| θιερωμέναν τῶι Διονύσωι καὶ ἄσυλον γε- | |
| γενημέναν· διὸ καὶ ἔδοξεν τοῖς κόσμοις | |
| καὶ τᾶι πόλει τῶν Βιαννίων ἀποκρίνασ- | |
| 15 | θαι Τηίοις διότι καὶ ἐν τοῖς πρότερον χρό- |
| νοις ἀπ’ οὐθενὸς ἀπέσταμεν τῶν συμ- | |
| φερόντων ὑμῖν, καὶ νῦν δ’ ἐς τὰ παρα<κ>αλού- | |
| μενα ὑφ’ ὑμίων συνεμβάντες διά τε | |
| τὰν συγγένειαν καὶ τὰν φιλίαν τὰν | |
| 20 | προϋπάρχουσαν καὶ διὰ τὸν θεὸν ὧι |
| καθιέρωται ἅ τε πόλις καὶ χώρα ὑμί- | |
| ων, ἀναγράψομεν δὲ τό τε πρότερον | |
| δόγμα ἐστάλαι λιθίναι καὶ ἀναθήσο- | |
| μεν ἐς τὸ τοῦ Ἄρεος ἱερὸν, ποιοῦμεν | |
| 25 | δὲ ὑμᾶς καὶ ἰσοπολίτας καὶ ἀτελεῖς |
| καὶ πολέμω καὶ εἰράνας. καὶ ἐάν τινες | |
| ἐπὶ τὰν χώραν τὰν καθιερωμέναν | |
| καὶ ἐπὶ τὰν πόλιν ἐπερχόμενοι πολεμῶ- | |
| σιν ἢ ἀφαιρῶνταί τι ὑμῶν, βοαθήσο- | |
| 30 | μεν καθότι ἂν ὦμεν δυνατοί· ἔν τε |
| τοῖς λοιποῖς πειρασόμεθα αἰεί τινος | |
| ἀγαθῶ ὑμῖν παραίτιοι γίνεσθαι. ἐπαι- | |
| νοῦμεν δὲ καὶ τοὺς πρεσβευτὰς | |
| Ἡρόδοτον καὶ Μενεκλῆν ἐπὶ τῶι | |
| 35 | σπεύδειν ὑπὲρ τᾶς πατρίδος καὶ τὰ[ν ἐνδαμίαν πεποιῆσθαι ἀ]- |
| ξίως ἀμφοτερᾶν <τᾶν> πολίων, ἐκαλέσα[μεν δ’ αὐτοὺς ἐπὶ ξενισ]- | |
| μὸν ἐς τὸ πρυτανεῖον ἐπὶ τὰν κοινὰν ἑ[στίαν. εἶναι δὲ] | |
| αὐτοὺς καὶ {τους} προξένους <τᾶς> πόλιος τᾶ[ς Βιαννίων. ἐπὶ] | |
| κόσμου Δεξίου τοῦ Γλαύκου, μηνὸς Ἐλε[υσινίου]. |