[ ] Crete, Ctr. — Biannos [Ion., Teos] — after ca. 170 BC — McC. Teos 18
1               Βιαννίων·
ἔδοξεν Βιαννίων τοῖς κόσμοις καὶ τᾶι
πόλει. ἐπειδὴ Τήιοι φίλοι καὶ συγγενεῖς
ὑπάρχοντες διὰ προγόνων ψάφισ-
5 μα καὶ πρεγγευτὰς ἀπέστειλαν Ἡρό-
δοτον Μηνοδότου καὶ Μενεκλῆν Διονυ-
[σίου, οἱ δὲ ἐ]πελθόντες ἐπὶ τὸς κόσμος
καὶ τὰν ἐκκλησίαν διελέγησαν ἀκολού-
θως τοῖς ἐν τῶι ψαφίσματι κατακε-
10 χωρισμένοις, ἀποδεικνύοντες τὰν
πόλιν ὑπὸ τῶν προγόνων ἁμῶν κα-
θιερωμέναν τῶι Διονύσωι καὶ ἄσυλον γε-
γενημέναν· διὸ καὶ ἔδοξεν τοῖς κόσμοις
καὶ τᾶι πόλει τῶν Βιαννίων ἀποκρίνασ-
15 θαι Τηίοις διότι καὶ ἐν τοῖς πρότερον χρό-
νοις ἀπ’ οὐθενὸς ἀπέσταμεν τῶν συμ-
φερόντων ὑμῖν, καὶ νῦν δ’ ἐς τὰ παρα<κ>αλού-
μενα ὑφ’ ὑμίων συνεμβάντες διά τε
τὰν συγγένειαν καὶ τὰν φιλίαν τὰν
20 προϋπάρχουσαν καὶ διὰ τὸν θεὸν ὧι
καθιέρωται ἅ τε πόλις καὶ χώρα ὑμί-
ων, ἀναγράψομεν δὲ τό τε πρότερον
δόγμα ἐστάλαι λιθίναι καὶ ἀναθήσο-
μεν ἐς τὸ τοῦ Ἄρεος ἱερὸν, ποιοῦμεν
25 δὲ ὑμᾶς καὶ ἰσοπολίτας καὶ ἀτελεῖς
καὶ πολέμω καὶ εἰράνας. καὶ ἐάν τινες
ἐπὶ τὰν χώραν τὰν καθιερωμέναν
καὶ ἐπὶ τὰν πόλιν ἐπερχόμενοι πολεμῶ-
σιν ἢ ἀφαιρῶνταί τι ὑμῶν, βοαθήσο-
30 μεν καθότι ἂν ὦμεν δυνατοί· ἔν τε
τοῖς λοιποῖς πειρασόμεθα αἰεί τινος
ἀγαθῶ ὑμῖν παραίτιοι γίνεσθαι. ἐπαι-
νοῦμεν δὲ καὶ τοὺς πρεσβευτὰς
Ἡρόδοτον καὶ Μενεκλῆν ἐπὶ τῶι
35 σπεύδειν ὑπὲρ τᾶς πατρίδος καὶ τὰ[ν ἐνδαμίαν πεποιῆσθαι ἀ]-
ξίως ἀμφοτερᾶν <τᾶν> πολίων, ἐκαλέσα[μεν δ’ αὐτοὺς ἐπὶ ξενισ]-
μὸν ἐς τὸ πρυτανεῖον ἐπὶ τὰν κοινὰν ἑ[στίαν. εἶναι δὲ]
αὐτοὺς καὶ {τους} προξένους <τᾶς> πόλιος τᾶ[ς Βιαννίων. ἐπὶ]
κόσμου Δεξίου τοῦ Γλαύκου, μηνὸς Ἐλε[υσινίου].
Search Help