‘Orphic’ gold tablet.
[ ]
Thess. (Thessaliotis) — Pharsalos: Mt. Sourla, area of — 350-330 BC — SEG 23.410
See also:
| 1 | εὑρήσεις Ἀίδαο δόμοις ἐνδέξια κρήνην, πὰρ δ’ αὐτῆι |
| λευκὴν ἑστηκυῖαν κυπάρισσον· ταύτης τῆς κρήνης | |
| μηδὲ σχεδόθεν πελάσηισθα. πρόσσω δ’ εὑρήσεις τὸ Μνη- | |
| μοσύνης ἀπὸ λίμνης ψυχρὸν ὕδωρ προ<ρρέον>, φύλακες | |
| 5 | δ’ ἐπύρπερθεν ἔασιν· οἵδε σ’ εἰρήσονται ὅ τι χρέος |
| εἰσαφικάνεις. τοῖσδε σὺ εὖ μάλα πᾶσαν ἀληθείην̣ | |
| καταλέξαι. εἰπεῖν· Γῆς παῖς εἰμι καὶ Οὐρανοῦ ἀστ(ερόεντος)· | |
| Ἀστέριος ὄνομα· δίψηι δ’ εἰμ’ αὖος ἀλλὰ δότε μοι | |
| πιε͂ν ἀπὸ τῆς κρήνης. |