[ ] Rhodos Isl. — Kamiros — shortly after 325 BC — IG XII,1 694 — cf. Tit. Cam. Supp. 237, 109
1 ἔδοξε Καμιρεῦσι· τὰς κτοίνας τὰς Καμιρέων τὰς
ἐν τᾶι νάσωι καὶ τὰς ἐν τᾶι ἀπείρωι ἀναγράψαι πάσας
καὶ ἐχθέμειν ἐς τὸ ἰερὸν τᾶς Ἀθαναίας ἐστάλαι
λιθίναι χωρὶς Χαλκῆς· ἐξήμειν δὲ καὶ Χαλκήταις
5 ἀναγραφήμειν, αἴ κα χρήιζωντι· ἑλέσθαι δὲ ἄνδρας
τρεῖς αὐτίκα μάλα, οἵτινες ἐπιμεληθησεῦντι ταύ-
τας τᾶς πράξιος ὡς τάχιστα καὶ ἀποδωσεῦντ<α>ι
τῶι χρήιζοντι ἐλαχίστου παρασχεῖν τὰν στάλαν
καὶ τὰς κτοίνας ἀναγράψαι καὶ ἐγκολάψαι ἐν τᾶι στά-
10 λαι καὶ στᾶσαι ἐν τῶι ἰερῶι τᾶς Ἀθάνας καὶ περιβολιβῶ-
σαι ὡς ἔχηι ὡς ἰσχυρότατα καὶ κάλλιστα· τὰ δὲ τε-
λεύμενα ἐς ταῦτα πάντα τὸν ταμίαν παρέχειν.
ἐγ δὲ ταυτᾶν τᾶν κτοινᾶν ἀποδεικνύειν τοὺς
κτοινάτας μαστρὸν ἐν τῶι ἰερῶι τῶι ἁγιωτάτωι
15 ἐν τᾶι κτοίναι κατὰ τὸν νόμον τὸν τῶν Ῥοδίων.
τοῦτοι δὲ συνλεγέσθων ἐν Καμίρωι εἰς τὸ
ἰερὸν τᾶς Ἀθαναίας, ὅκκα τοὶ ἰεροποιοὶ παραγγέ̣λ̣-
[λ]ωντι, καὶ ἀθρεόντω τὰ ἰερὰ τὰ Καμιρέων [τὰ δα]-
[μο]τελῆ πάντα, αἴ τι̣ [— — — — — — — — — — — —]
20 [— — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us