[ ] Rhodos Isl. — Kamiros — 1st c. BC? — IG XII,1 701 — cf. ASAA 33-34 (1955-56) 181
See also:
1                 [— — —]οκράτευς Π̣ο̣-
                [λ]υ̣αινέτου Σιλυρίου
            [στρα]ταγήσαντος ἐκ πάντων
       [ἐπὶ τᾶς] χώρας τᾶς ἐν τᾷ νάσσωι καὶ
5        [στρατευ]σαμένου ἐν τοῖς ἀφράκτοις καὶ
        [— — —]αντος {²⁷[ταμιεύσ]αντος?}²⁷ ἐν Καμείρωι καὶ ἰεροποιή-
      [σαντος κ]αὶ ἐξιεριστεύσαντος καὶ γενομένου
     [γραμματέως μ]αστρῶν καὶ στεφανωθέντος χρυσέ-
[ωι στεφάνωι ὑ]πό τε μαστ[ρῶν] δὶς καὶ ὑπὸ Ἀσκλα-
10 [πιαστᾶν καὶ Π]υθιαστᾶν καὶ Ἑρμαϊστᾶν καὶ ὑπὸ Σεραπι-
[αστᾶν κοινοῦ τῶν] ἐν Καμείρωι καὶ ὑπὸ Πυργαλιδᾶν κοι-
[νοῦ — — — — — —] τῶν ἐν Λέλ̣ωι καὶ ὑπὸ Νακορείων
[κοινοῦ — — — — — κ]αὶ ἀποσταλέντος ἰεροποιοῦ εἰς
      [Ἴμβρον καὶ ε]ἰς Λῆμνον καὶ Διδυμεῖον καὶ
15            [πρεσβεύσαν]τος εἰς Ἀλεξάνδρειαν
          [καὶ στεφανω]θέντος ὑπὸ τᾶς βουλᾶς
                  [χρυσ]έωι στεφάνωι
             [ὁ δεῖνα γραμ]ματεὺς δαμόσιος
                  [τὸν αὑτ]ο̣ῦ ἄρχοντα
20                [Ἑστίαι καὶ] Διὶ Τελείω̣ι̣.
Search Help
Contact Us