[ ] Rhodos Isl. — Rhodos — ca. 100 BC — V. Kontorini, Rhodiaka I (1983) 71, 8
See also:
[— — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — —]ν παρέχεται οὐθέ-
να καιρὸν διαλείπων ἕνεκεν τῶν κοινῶν
πραγμάτων· ὅπως οὖν καὶ τὸ κοινὸν τὸ
Σαβαζιαστᾶν φαίνηται καταξίας χάρι-
5 τας ἀποδίδον τοῖς εὐεργετεῖν αὐτὸ προ-
αιρουμένοις καὶ πολλοὶ τὴν αὐτὴν αἵρε-
σιν ἔχωσιν v Ἀρίστωνι θεωροῦντες τὴν πα-
ρὰ τοῦ πλήθους εὐχαριστίαν v κυρωθέν-
τος τοῦδε τοῦ ψηφίσματος, τύχηι ἀγαθῆι,
10 δεδόχθαι Σαβαζιαστᾶν τῶι κοινῶι ἐπαινέ-
σαι καὶ στεφανῶσαι εἰς τὸν ἀεὶ χρόνον
Ἀρίστωνα Συρακόσιον θαλλίνωι στεφάνωι
ἀρετῆς ἕνεκεν καὶ ἐπιμελείας τῆς περὶ
τοὺς τάφους v οἱ δὲ ἐπιμήνιοι ἢ ὁ ἐπιστάτας
15 οἱ ἀεὶ λειτουργοῦντες τὴν ἀνακήρυξιν τήν̣-
δε ποιείσθωσαν μετὰ τὴν ἐν τῶι ἀνδρῶνι
καθ’ ἕκασ̣τον ἐνιαυτὸν Ο[— — — — νεκυ]-
σίοις ἐπάναγκες, μὴ πλέ̣[ον λογισάμενοι τῶι]
κοινῶι εἰς τὸν στέφα̣[νον δραχμᾶν — — — —]
20 [— — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us