| 1 | [φῶς ἐν Ἰηλυ]σ̣σίοισιν ἐσέδρακον, εὖ δ’ ἐπὶ γουνοῖς |
| [μητρὸς ἔτει]λ̣’ {²⁷[ἔφυ]ν̣(?) (Peek, GVI)}²⁷, ἀλόχωι σώφρονι δ’ εὐνασάμην· | |
| [χάλκ]ε̣ιός τ’ ἔστην χεύας περὶ ποσσὶ μόλυβδ̣ον, | |
| [ε]ὐ̣δοκίμους ἀρετῆς ἀντιλαβὼν χάριτας. | |
| 5 | καὶ πατρὶς πιστόν με νόμων προὔκρινε πάρεδρον, |
| πολλάκι καὶ δήμου φθεγξάμεθ’ ἐν πελάγει· | |
| καὶ βύβλου πάσης ἐδάην ἰθεῖαν ἀταρπὸν | |
| εὑρεῖν, καὶ Μουσέων πάντροπος ἦν θεράπων | |
| ζηλωτὸς Φιλόνικος ὁ Κε[ρ]κάφου ἐν πολιήταις | |
| 10 | φαιδρὸν ἀμωμήτου τέρμα λ̣αχὼν βιότου. —— |
| πτόρθων δ’ ἰτείνων τε καὶ αἰγίρων ἐριθηλέων | |
| Κελτὸς ἐρεῖ καὶ Ἴβηρ φῦναι ἀκαρπότερος. |
MDAI(A)
20 (1895) 228,2