[ ] Rhodos Isl. — Rhodos — ca. 100 BC — cf. MDAI(A) 20 (1895) 396 — GVI 1001
See also:
1 [φῶς ἐν Ἰηλυ]σ̣σίοισιν ἐσέδρακον, εὖ δ’ ἐπὶ γουνοῖς
[μητρὸς ἔτει]λ̣’ {²⁷[ἔφυ]ν̣(?) (Peek, GVI)}²⁷, ἀλόχωι σώφρονι δ’ εὐνασάμην·
[χάλκ]ε̣ιός τ’ ἔστην χεύας περὶ ποσσὶ μόλυβδ̣ον,
[ε]ὐ̣δοκίμους ἀρετῆς ἀντιλαβὼν χάριτας.
5 καὶ πατρὶς πιστόν με νόμων προὔκρινε πάρεδρον,
πολλάκι καὶ δήμου φθεγξάμεθ’ ἐν πελάγει·
καὶ βύβλου πάσης ἐδάην ἰθεῖαν ἀταρπὸν
εὑρεῖν, καὶ Μουσέων πάντροπος ἦν θεράπων
ζηλωτὸς Φιλόνικος ὁ Κε[ρ]κάφου ἐν πολιήταις
10 φαιδρὸν ἀμωμήτου τέρμα λ̣αχὼν βιότου. ——
πτόρθων δ’ ἰτείνων τε καὶ αἰγίρων ἐριθηλέων
Κελτὸς ἐρεῖ καὶ Ἴβηρ φῦναι ἀκαρπότερος.
Search Help
Contact Us