[ ]
Rhodos Isl. — Rhodos [decree of Samos] — late 4th c. BC — cf. Gnomon 2 (1926) 195 — IG XII,6 1 149
| 1 | ὁ δῆμος ὁ Σαμίων Ἀκάμαντα Δημονίκο[υ]· |
| {²spatium vacuum a. 0,085, in quo corona}² | |
| ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Φίλτος Δαμασιστράτου̣ ε̣[ἶ]- | |
| πεν· ὑπὲρ ὧμ προεγράψατο Ἐπίκουρος Ἀλκίθου εἰς τὴμ βου̣[λήν]· | |
| ἐπειδὴ Ἀκάμας Δαμονίκου Ῥόδιος φευγόντων τε Σαμίων̣ [εὔ]- | |
| 5 | νους καὶ πρόθυμος ὢν διετέλει τῶι δήμωι καὶ τῶγ κατο̣[ι]- |
| [κ]ούντων ἐν Ῥόδωι πο[λλ]ὴ̣ν ἐπιμέλεια[ν] π̣[οιο]ύ̣μενος κ[αὶ] | |
| [κοινῆι τῶι δ]ή̣μω̣ι χρ[ήσιμον ἑαυτὸν παρείχετο — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — —] |