[ ] Rhodos Isl. — Lindos — 200-150 BC
a.1 Πολυκρέων Ἁγησιστράτου
   τοῦ Πολυκρέοντος
   νικάσας Νέμεα
   ἀγενείους πάλαν.
b.1 τὰμ βαρύχειρα πάλαν, Ζεῦ Ὀλύμπιε, σὸν κατ’ ἀγῶνα
ἀπτῶτ’ ἀγγέλλω παῖδα κρατεῖν Ῥόδιον
Πολυκρέοντος υἱὸν Ἁγησίστρατον,
πρᾶτος ὃς ἀγαθέαι γέρας ὄλβιον ὤπασε Λίνδω[ι],
5 ὦ ἄνα, Πισαίων εὖτ’ ἐκύρησ’ ἀέθλ[ων]
τείνας ἐπὶ πλατεία̣ς̣ Ἄλι[δο]ς̣ χθ̣[ο]ν̣[ὸς]
τρισσούς. θεσπεσί[α δ]ὲ Ῥόδομ ποτὶ πατρίδα φάμα
ἵκετ’ ἀείμναστον χάρμα φέρουσα πόνων
ἐφ’ οἷς τὸ καλ[λ]ίνικον ἀεὶ σὸν κλέος.
Search Help
Contact Us