[ ]
Rhodos Isl. — Lindos — ca. 100 AD
1 | Λίνδιοι καὶ οἱ μασ[τρ]οὶ |
Τιβέριον Κλαύδιον Ἀντίπατρον | |
[Μνασ]αγόρα Πάγιον τὸν ἰερέα τᾶς Λ[ινδίας] | |
[Ἀθά]νας καὶ τοῦ Διὸς τοῦ Πολιέως κα[ὶ Ἀρτά]- | |
5 | [μι]τος Κεκοίας, τριηραρχήσαντα, ἰερατεύσα[ντα] |
τ̣ῶν Αὐτοκρατόρων, γυμνασιαρχήσαντα, ποιη[σάμε]- | |
νον τὰν θέσιν τοῦ ἐλαίου ἐπὶ μῆνας δεκατρεῖς, ἀ[γω]- | |
νοθετήσαντα τοῦ ἰεροῦ τῶν Ἁλείων ἀγῶνος, ταμ[ι]- | |
εύσαντα, πρυτανεύσαντα καὶ πρεσβεύσαντα, τειμα- | |
10 | θέντα τρὶς ὑπὸ τοῦ δάμου τοῦ Ῥοδίων καὶ τοῦ Λινδίων, |
ἐν προεισφοραῖς καὶ ἐπιδόσεσιν π<λ>είοσιν γενόμενον, | |
χοραγήσαντα δίς, ἰερωνήσαντα, ἰερατεύσαντα τῶν | |
μυστηρίων τοῦ Βάκχου Διονύσου, κατασκευάσαν- | |
τα ἐκ τῶν ἰδίων τὸ ἰερὸν τοῦ Ἀσκλαπιοῦ ἐν τᾷ πόλε[ι] | |
15 | μετὰ τοῦ υἱοῦ αὐτοῦ Κλαυδίου Διοκλείδα κατερε[ι]- |
φθὲν ἐν τῷ σεισμῷ, καὶ πολειτευσάμενον τ[ὰ] | |
συμφορώτατα τᾷ πατρίδι, διενένκαντα δὲ κ[αὶ] | |
ἐν παιδείᾳ τῶν Ἑλλάνων, τὸν σοφιστ[ὰν] | |
καὶ [— — —]ον κ[— — —]ον καὶ ἰερέα Σεράπιδο[ς] |