[ ] Rhodos Isl. — Lindos — ca. 100 AD
1 Λίνδιοι καὶ οἱ μασ[τρ]οὶ
  Τιβέριον Κλαύδιον Ἀντίπατρον
[Μνασ]αγόρα Πάγιον τὸν ἰερέα τᾶς Λ[ινδίας]
[Ἀθά]νας καὶ τοῦ Διὸς τοῦ Πολιέως κα[ὶ Ἀρτά]-
5 [μι]τος Κεκοίας, τριηραρχήσαντα, ἰερατεύσα[ντα]
τ̣ῶν Αὐτοκρατόρων, γυμνασιαρχήσαντα, ποιη[σάμε]-
νον τὰν θέσιν τοῦ ἐλαίου ἐπὶ μῆνας δεκατρεῖς, ἀ[γω]-
νοθετήσαντα τοῦ ἰεροῦ τῶν Ἁλείων ἀγῶνος, ταμ[ι]-
εύσαντα, πρυτανεύσαντα καὶ πρεσβεύσαντα, τειμα-
10 θέντα τρὶς ὑπὸ τοῦ δάμου τοῦ Ῥοδίων καὶ τοῦ Λινδίων,
ἐν προεισφοραῖς καὶ ἐπιδόσεσιν π<λ>είοσιν γενόμενον,
χοραγήσαντα δίς, ἰερωνήσαντα, ἰερατεύσαντα τῶν
μυστηρίων τοῦ Βάκχου Διονύσου, κατασκευάσαν-
τα ἐκ τῶν ἰδίων τὸ ἰερὸν τοῦ Ἀσκλαπιοῦ ἐν τᾷ πόλε[ι]
15 μετὰ τοῦ υἱοῦ αὐτοῦ Κλαυδίου Διοκλείδα κατερε[ι]-
φθὲν ἐν τῷ σεισμῷ, καὶ πολειτευσάμενον τ[ὰ]
συμφορώτατα τᾷ πατρίδι, διενένκαντα δὲ κ[αὶ]
ἐν παιδείᾳ τῶν Ἑλλάνων, τὸν σοφιστ[ὰν]
καὶ [— — —]ον κ[— — —]ον καὶ ἰερέα Σεράπιδο[ς]
Search Help