[ ] Rhodos Isl. — Lindos — 23 AD — IG XII,1 830+
a.1 Ἰεροβούλαν Γο[ργοσθένευς(?) γ]υναῖκα δὲ
Καλλιστράτου [β ἰερέως Ἀθάνα]ς Λινδίας
στεφανωθεῖσαν ὑπὸ τᾶς [βουλᾶς τᾶς βεβουλευ]κυίας
[τὰν χειμερινὰν ἑξάμηνον τὰν ἐπ’ ἰερέ]ως Πλεισ[τ][ρχου],
5 [καὶ ὑπὸ τοῦ δάμου τοῦ Ῥοδίων(?) χ]ρυσέῳ στεφάνῳ, καὶ
[στεφανωθεῖσαν ὑπὸ τῶν μαστρῶν τῶ]ν μαστρευσάντων ἐπὶ
[ἰερέως τᾶς Ἀθάνας Ἀριστείδα, καὶ] στεφανωθεῖσαν πάλι τε-
[τρά]κις [ὑπὸ τῶν μαστρῶν τῶν μαστρευ]σάντων ἐπὶ ἰερέως τᾶς Ἀθά-
[νας] Καλλιστράτο[υ, ἀναθέντων δὲ] ὑπὲρ αὐτᾶς καὶ ἀνδριάντα
10 [καὶ χρ]ύσεον στέφανο[ν, καὶ τιμαθεῖσαν] ὑπὸ Παναθηναϊστᾶν στρατευ-
[ο]μένω[ν] ἐν τριημιολ[ίᾳ ᾇ ὄνομα Εὐ]ανδρία Δ ἐστὶ ὑπὸ ἄρχοντα
[Λ]υσίμαχον καὶ ἐπίπλο[υν ․․․․․․․․․] χρυσέῳ στεφάνῳ, καὶ στεφα-
[ν]ωθεῖσαν ὑπὸ Παναθ[ηναϊστᾶν στρατευο]μένων ἐν τριημιολίᾳ ᾇ ὄνο-
μα Εἰρήνα Δ ἐστὶ ὑπὸ ἄρ[χοντα ․․․․․․] καὶ ἐπίπλουν Διόδοτον χρυ-
15 σέῳ στεφάνῳ, καὶ στεφαν[ωθεῖσαν ὑπ]ὸ τᾶν συναρχιᾶν χρυσέῳ
στεφάνῳ, καὶ στεφαν[ωθεῖσαν ὑπ][συν]ιερέων καὶ ἀρχιερο-
θύτα καὶ τῶν ἰεροθυτᾶ[ν χρυσέοις στεφάνοις τέτταρσι(?), ἀνα]-
θέντων δὲ ὑπὲρ αὐτᾶ[ς καὶ ἰκόνα ἐνκαύσταν ἐν τῷ ἰερῷ τᾶς Ἀ]-
θάνας ἐν ὅπλῳ ἐπιχρ[ύσῳ, καὶ στεφανωθεῖσαν τετράκις(?) ὑπὸ]
20 τοῦ Λινδοπολιτᾶν κ[οινοῦ, καὶ τιμαθεῖσαν ὑπὸ τῶν πατριωτᾶν]
τῶν Γρεναδᾶν κα[ὶ ὑπὸ τῶν κατ]οικεύντων [ἐν] Λινδίᾳ πόλ[ει]
καὶ γεωργεύντων [ἐν τᾷ Λινδίᾳ χ]ρυσέοις στεφάνοις, ἀναθέν-
[τ]<ω>ν δὲ ὑπὲρ αὐτᾶς [καὶ ἐν τῷ ἰ]ερῷ τᾶς Ἀθάνας ἰκόνα ἐν-
[κ]αύσταν ἐν ὅπλῳ [ἐπιχρύσῳ], καὶ στεφανωθεῖσαν δὶς ὑπὸ
25 [Ἀθ]αναϊστᾶν Λινδια[στᾶν Δαμα]γητείων χρυσέῳ στεφάν<ῳ>,
[σ]τεφανωθεῖσαν δὲ [ὑπὸ συνπά]ντων τῶν ἐράνων τῶν πα-
[ρα]γενομέν<ω>ν ἐπ’ ἰ[ερέως τᾶ]ς̣ Ἀθάνας Καλλιστράτου
[χ]ρυσέοις στεφάνο[ις ἀρετᾶς] ἕνεκα καὶ εὐσεβείας
[τ]ᾶς ποτὶ τοὺς θε[οὺς καὶ εὐν]οίας καὶ φιλοδοξίας τᾶς
30 [ε]ἰς αὐτούς. vacat
b.1                            ἰερῆ Ἀθάνας [Λινδίας]
                         Καλλίστρατο[ν Καλλιστράτου]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — —]λκο[— — — —]κεο[— — — — — — — — — — — — — — — — —]
5 [στραταγή]σαντα [ἐ]ν τῷ ἄστε[ι] καὶ στ[εφανωθέντα δὶς ἐστραταγηκότα]
χ̣[ρυσέο]ις στεφάνοις, καὶ τὸ τρίτον π[εφυλαρχηκότα τᾶς Λιν]-
[δίας(?) φ]υλᾶς χρυσέοις στεφάνοις ὑπ[ὸ τᾶς βουλᾶς τᾶς βεβουλευκυίας τὰν]
χ̣[ειμερ]ινὰν ἑξάμηνον τὰν ἐπ’ ἰερέω[ς Πλειστάρχου, καὶ στεφανωθέντα ὑπὸ τῶν]
μ̣[αστρ]ῶν τῶν μαστρευσάντων [ἐπ’ ἰερέως τᾶς Ἀθάνας Ἀριστείδα, καὶ στεφα]-
10 ν[ωθ]έντα τρὶς χρυσέοις στεφάν[οις ὑπὸ τῶν μαστρῶν τῶν ἐπ’ ἰερέως]
τ[ᾶς] Ἀθάνας Καλλιστράτου, σ[τεφανωθέντα δὲ — — — — — — — — —]
τ[ὸ] τέταρτον χρυσέῳ στεφάνῳ [— — — — — — — — — — — — — — —]
καὶ στεφανωθέντα ὑπό τε τοῦ [στραταγοῦ τοῦ ἐν τῷ ἄστει τοῦ δεῖνος]
δι․δα καὶ τῶν ἐπιστατᾶν Ἱππία γ [καὶ — — — — — — — — — καὶ τῶν]
15 ἰεροταμιᾶν Διονυσίου Δω[ρ]οθ[έου, Καλλιμάχου τοῦ δεῖνος, Πυθοδώρου τοῦ δεῖνος]
[— — — — — — — — — — — — — {²lacuna}² — — — — — — — — — — — — — — —]
20 [— — — — — — — — καὶ στεφανωθέντα ὑπὸ συνιερέων καὶ ἀρχιεροθύτα καὶ τῶν]
[ἰ]ε[ρο]θυτᾶν χρυσέῳ στεφάνῳ καὶ ἀνδριάντι, ἀναθέ[ντων δὲ καὶ ἐν τῷ ἰερῷ]
τᾶς Ἀθάνας ὑπὲρ αὐτοῦ ἰκόνα ἐν ὅπλῳ ἐπιχρύσῳ. Ἀπόλ̣[λωνος Πυθίου]·
Ἁγήμων Κλεάνορος. Σεράπιος· Ἁγησίδαμος Θευγένευς. Διο[νύσου· ὁ δεῖνα]
Καλλιστράτου. Ἀρτάμιτος Κεκοίας· Τιμαρχίδας Ναυσίκου το[ῦ Τιμαρχίδα. Ἀπόλλωνος Ὀλίου]·
25 Πολύχαρμος Εὐφράστου. Ποτειδᾶνος Ἱππίου· Θευφάνης γ. [Ἀπόλλωνος ἐς Κάμυνδον· ὁ δεῖνα].
Ἀπόλλωνος Καρνίου· Ἀπολλώνιος Πισιστράτου. ἀρχιερ[οθύτας· ὁ δεῖνα τοῦ δεῖνος τοῦ]
Ἀθανοδώρου. ἰεροθύται· Ἀντιφάνης Νικασικράτευς, ․․ομοδε[— — τοῦ δεῖνος],
Παυσανίας καὶ Ἀθανόδωρος Ἐπικάλλευς, Χρύσιππος κα[ὶ ὁ δεῖνα τοῦ δεῖνος],
Γαλέστης Εὐφραγόρα, Σωτάδας Ἀλύπου καθ’ ὑ(οθεσίαν δὲ) Καλλιξίνου, [ὁ δεῖνα τοῦ δεῖνος]
30 καθ’ ὑ(οθεσίαν δὲ) Σωσιπάτρου, Γόργος Ἁγία, Λίνδων Εὐξίππου καθ’ ὑ(οθεσίαν δὲ) Κλε[— — —, ὁ δεῖνα τοῦ δεῖνος],
Ἀπολλωνίδας Εὐφράστου, Δαμόνικος Ῥοδοκλεῦς. ἐπιστάτ[αι· Ἱππίας γ, ὁ δεῖνα τοῦ δεῖνος, ὁ δεῖνα]
Ζηνοδότου. μολπός· Ἀρίστων Θευγένευς. ἀρχιτέκτω<ν>· Νικα[ίνετος τοῦ δεῖνος(?)]·
καὶ τειμαθέντα ὑπὸ τοῦ δάμου τοῦ Λινδοπολειτᾶν χρυσέ[ῳ στεφάνῳ καὶ ὑπὸ τοῦ δάμου]
[τ]οῦ Βουλι{ν}[δ]ᾶν {²⁶Βουλιδᾶν}²⁶ χρυσέῳ στεφάνῳ καὶ ἰκόνι ἐνκαύστᾳ, καὶ τ[ειμαθέντα ὑπὸ — — —]
Search Help
Contact Us