[ ]
Rhodos Isl. — Lindos — ca. end 1st c. AD — Lindos II 384b + ASAA 2 (1915) 147, 20 (= left frg.) — ZPE 84 (1990) 113-120 (C. Habicht)
See also:
| [ἱερῆ Ἀθάνας Λινδίας καὶ Διὸς Πολιέως(?) Τί]- | |
| τον Φ[λαύι]|ον Φιλοκράτους υἱὸν Κυ[ρ]ε[ί]να | |
| Ἀγλωχ[άρτ]|ον, καθ’ υἱοθεσίαν δὲ Νεικασ[ιμά]χου, | |
| Βράσιον | |
| τειμαθέν[τα ὑπό] | τε τοῦ σύνπαν[το]ς δάμου ἐπαίνῳ καὶ πά[σαις] ταῖς | |
| 5 | τειμαῖς [καὶ ὑπ]|ὸ Λινδίων καὶ Ἰαλυσίων δὶς καὶ ὑπὸ Ἰαλυσ[ίω]ν τῶν |
| Ἐρεθείμιαζό[ν]|των δὶς καὶ ὑπὸ Καμειρέων καὶ ὑπὸ Χερσ[ον]ασ[ι]- | |
| [τ]ῶν καὶ γυμνα[σ]|ιαρχήσαντα νεωτέρων καὶ ποιησάμενον [τὰν] | |
| θέσιν τοῦ ἐλα[ί]|ου ἐκ τῶν ἰδίων ἐπὶ ὅλον τὸν ἐν<ι>αυτὸν [καὶ] | |
| πρεσβεύσαντ[α ἰ]|ς Ῥώμαν ποτὶ τοὺς Σεβαστοὺς δωρεὰν καὶ | |
| 10 | ποτὶ ἀνθυπάτ|ους καὶ στραταγοὺς Ῥωμαίων καὶ ἐπιτρόπους |
| τῶν Σεβαστῶ|ν ἴς τε Ἀχαίαν καὶ Ἀσίαν καὶ Λυκίαν πλεονάκις | |
| καὶ καλλίστω[ν] | ἀποκριμ[ά]των ἀξιωθέντα, γενόμενον δὲ καὶ | |
| θεωρὸν ἰς τὸν | ἀγόμενον ἀγῶνα ἐν Νεαπόλει καὶ ἐν ἐπανγελί- | |
| αις καὶ προισφ|οραῖς παρά τε τᾷ κοινᾷ πόλει καὶ παρὰ Λινδίοις | |
| 15 | τοὶ κατοικεῦ|ντες ἐν Λινδίᾳ πόλι καὶ γεωργεῦντες |
| καὶ ν[—]|αρεῦντες ἐν τᾷ Λινδίᾳ φιλοδοξίας καὶ δικαι- | |
| [οσύνας ἕ]|νεκα. θεοῖς vacat | |
| [— — — — — — — — — — — — — — — —] |