[ ] Rhodos Isl. — Lindos — ca. 9 BC
See also:
titulus a sinistra (384a) deest
1             [Γ(άιον) Ἰούλι]ον Φιλοκράτους υἱὸν Κυ[ρ]ε[ί]να
               [Δάρδαν]ον καθ’ ὑοθεσίαν δὲ Νεικασ[ιμά]χου
                              Βράσιον
       [τειμαθέντα ὑπό] τε τοῦ σύνπαν[το]ς δάμου ἐπαίνῳ καὶ πά[σαις] ταῖς
5        [τειμαῖς καὶ ὑπ]Λινδίων καὶ Ἰαλυσίων δίς, καὶ ὑπὸ Ἰαλυσ[ίω]ν τῶν
        [Ἐρεθειμιαζόν]των δίς, καὶ ὑπὸ Καμειρέων, καὶ ὑπὸ Χερσ[ον]ασ-
    [σιτᾶν, καὶ γυμνασ]ιαρχήσαντα νεωτέρων, καὶ ποιησάμενον
   [τὰν θέσιν τοῦ ἐλαί]ου ἐκ τῶν ἰδίων ἐπὶ ὅλον τὸν ἐν<ι>αυτόν, [καὶ]
      [ἀποκομισθέντα ἰ]ς Ῥώμαν ποτὶ τοὺς Σεβαστοὺς δωρεὰν καὶ
10        [ποτὶ τοὺς ὑπάτ]ους καὶ στραταγοὺς Ῥωμαίων καὶ ἐπιτρόπους,
[ἀποσταλέντα πρεσβευτὰ]ν ἴς τε Ἀχαίαν καὶ Ἀσίαν καὶ Λυκίαν πλεονάκις,
          [καὶ ἐπὶ τῶν] ἀποκριμ[ά]των ἀξιωθέντα, γενόμενον δὲ καὶ
    [ἀγωνοθέταν ἰς τὸν] ἀγόμενον ἀγῶνα ἐν Νεαπόλει καὶ ἐν ἐπανγελί-
       [αις καὶ προϊσφ]οραῖς παρά τε τᾷ κοινᾷ πόλει καὶ παρὰ Λινδίοις.
15          [τοὶ κατοικεῦ]ντες ἐν Λινδίᾳ πόλι καὶ γεωργεῦντες
                  [καὶ] ἀρεῦντες ἐν τᾷ Λινδίᾳ φιλοδοξίας καὶ δικαι-
             [οσύνας ἕ]νεκα. θεοῖς.
Search Help
Contact Us