[ ] Rhodos Isl. — Lindos — ca. 10 BC
1       Λίνδιοι ἐτείμασαν
Εὐφραγόραν Γαλέστευς Λαδάρμιον
 ἐπαίνωι, χρυσέωι στεφάνωι καὶ εἰκόνι
χαλκέᾳ, δεδώκαντι δὲ αὐτῷ καὶ ἀναγόρευ-
5  σιν τᾶνδε τᾶν τειμᾶν εἰς τὸν ἀεὶ χρόνον
ἀρετᾶς ἕνεκα καὶ εὐνοίας ἃν ἔχων διετέ-
  λει εἰς τὸ πλῆθος τὸ Λινδίων.
                      vacat
8         Ἑκάτων β Κρυασσεὺς ἐποίει.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server