| 1 | ἐπ’ ἰερέως Δικαίου καὶ ἀρχερανιστᾶ |
| Διονυσίου Λαοδικέως μετοίκου. | |
| τοίδε εὖνοι [συγκατα]κείμενοι ποτὶ τὸ κοινὸν ἐπαγγείλαν- | |
| το δώσειν ἀρ[γύριον δ]ωρεὰν τῶι κοινῶι εἰς τὰν ἐπισκευὰν | |
| 5 | τῶν τάφων κ[αὶ τοῦ] ὑλικοῦ, ἀπόδειξιν ποιούμενοι ἇς ἔ- |
| χοντι ποτὶ τὸ κο̣[ινὸ]ν εὐνοίας, προαιρούμενοι ἐν παντὶ και- | |
| [ρ]ῶι συνκατασκευάζειν τὰ συμφέροντα τῶι κοινῶι. | |
| [Δ]ιο[ν]ύσιος Λ]αοδικεύς, Νικόμαχος Ἐφέσιος, Πα- | |
| [— — — — — — — — — — — — — — — — — — — —] |
ASAA
8-9 (1925-26) 322,5