[ ]
Italia — Roma — late 2nd/3rd c. AD? — IG XIV 1188
| 1 | Ὅμηρος |
| ἡρώων κάρυκα ἀρετᾶς μακάρων τε προφήταν | |
| Ἑλλάνων δόξης δεύτερον ἀέλιον | |
| Μουσέων φέγγος, Ὅμηρον, ἀγήρατον στόμα κόσμου | |
| 5 | παντός, ὁρᾷς τοῦτον, δαίδαλον ἀρχέτυπον. |
| ⸐ | |
| 6 | οὐχ ἔθος ἐστὶν ἐμοὶ φράζειν γένος οὐδ’ ὄνομ’ αὐτό, |
| νῦν δ’ ἕνεκ’ Αἰλιανοῦ πάντα σαφῶς ἐρέωι· | |
| πατρίς μοι χθὼν πᾶσα, τὸ δ’ οὔνομά φασιν Ὅμηρον· | |
| ἐστὶ δὲ Μουσάων, οὐκ ἐμὸν οὐδὲν ἔπος. | |
| ⸐ | |
| 10 | εἰ μὲν θνητὸς ἔφυς, πῶς ἀθάνατόν σε ἐποίησαν |
| Μοῦσαι καὶ Μοιρῶν νῆμα ἀνέκλωσαν, ἄναξ; | |
| εἰ δ’ ἦσθα ἀθάνατος, πῶς ἐν θνητοῖς σε ἀριθμοῦσιν; | |
| οὐ μὰ σὲ ταῦτ’ ἐχρῆν, σεμνὲ ποιητά, φρονεῖν· | |
| ἀλλ’ ἔγνων τὸ ἀληθές· ἐπεὶ τὸ σαφὲς διαφεύγει, | |
| 15 | ἄνθρωπόν φασιν, θεῖέ, σε, Ὅμηρε, πέλειν. |