[ ]
Italia — Roma — undated — IG XIV 1957 — GVI 647
| 1 | Ποπιλίης τάφος οὗτος· ἀνὴρ δ’ ἐμὸς αὐτὸν ἔτευξεν |
| Ὠκέανος, πάσης ἐνπέραμος σοφίης· | |
| κούφη τοιγὰρ ἐμοὶ πέλεται κόνις· ἐν δ’ Ἀχέροντι | |
| ὑμνήσω τὴν σήν, ὦ ἄνερ, εὐσεβίην. | |
| 5 | μέμνεο κἠν ζωοῖς ἐμέθεν καὶ πολλάκι τύμβῳ |
| σπεῖσον ἀπὸ βλεφάρων δάκρυ’ ἀποιχομένῃ | |
| καὶ λέγε Ποπιλίην εὕδειν, ἄνερ· οὐ θεμιτὸν γὰρ | |
| θνῄσκειν τοὺς ἀγαθούς, ἀλλ’ ὕπνον ἡδὺν ἔχειν. |