[ ] Italia — Roma — reign of Ant. Pius — IG XIV 1915 — GVI 814
1 τὸν Χαρίτων με γέμοντ’ ἐσορᾷς
κλεινὸν Χαρίτωνα ∙ / μοῖραν ἀνα-
πλήσαντ’ Αὐσονίῃ ἐνὶ γῇ ∙ / τίκτε
δὲ Σα̣ρδονίη με <πε>ρίρρυτος, ἐν δ’ ἄ-
5 ρα̣ Τάρσῳ ∙ / πίστιν ἔχον ταβούλης
χρή̣ματος Αὐσονίου ∙ / ἀλλ’ ἄρ’ ἐσαθρή-
σας φω{τω}τὸς {²⁶φωτὸς}²⁶ δέκα τρὶς λυκάβαντας /
πρὸς πέντε φθίμενος τήνδ’ ἐπικειμαι κόνι-
                           ν.
Search Help
Contact Us