[ ]
Italia — Roma — undated — IG XIV 1642 — GVI 974
| 1 | Θ(εοῖς) ∙ Κ(αταχθονίοις). |
| μήπω γευσάμενος ἥβης | |
| ὤλισθον ἐς Ἅδου {²⁶Ἅιδου}²⁶ ∙ / δάκρυα ∙ | |
| καὶ στοναχὰς λείψας αἰῶνι γο- | |
| 5 | νεῦσιν ∙ / δύσμορος, οὐδ’ ἐνόησα |
| βροτῶν ψαῦσαι βιότοιο ∙ / ἑπτὰ ∙ | |
| μόνους λυκάβαντας δύω | |
| καὶ μῆνας ἔζησα ∙ / ὧν τρεῖς | |
| ἐξετέλουν Διονύσῳ ὄργια βά- | |
| 10 | ζων ∙ / Ἡρόφιλον δ’ ἐκάλουν με |
| πατὴρ καὶ πότνια μήτηρ ∙ / ἔ- | |
| γνως, ὦ παροδεῖτα, τίς ἤμην· | |
| οὐκ ἐγενήθην. |