[ ] Italia — Roma — undated — IG XIV 1642 — GVI 974
1 Θ(εοῖς) ∙ Κ(αταχθονίοις).
μήπω γευσάμενος ἥβης
ὤλισθον ἐς Ἅδου {²⁶Ἅιδου}²⁶ ∙ / δάκρυα ∙
καὶ στοναχὰς λείψας αἰῶνι γο-
5 νεῦσιν ∙ / δύσμορος, οὐδ’ ἐνόησα
βροτῶν ψαῦσαι βιότοιο ∙ / ἑπτὰ ∙
μόνους λυκάβαντας δύω
καὶ μῆνας ἔζησα ∙ / ὧν τρεῖς
ἐξετέλουν Διονύσῳ ὄργια βά-
10 ζων ∙ / Ἡρόφιλον δ’ ἐκάλουν με
πατὴρ καὶ πότνια μήτηρ ∙ / ἔ-
γνως, ὦ παροδεῖτα, τίς ἤμην·
        οὐκ ἐγενήθην.
Search Help
Contact Us