[ ]
Italia — Roma — 3rd/4th c. AD — IG XIV 1356 — GVI 2061
| 1 | ἱερὸς οὗτος ὁ χῶρος, ὃν Αἰνείας ἀγανόφρων |
| εἵσαθ’ ἑοῦ ἑτάροιο σεβάσμιον Ἠιθέοιο, | |
| πάντα παλαιγενέεσσιν ἀλινκίου ἡρώεσσιν, | |
| κάλλος τε ἠνορέην τ’ ἀγανοφρο<σ>ύν̣ην τε νόον τε. | |
| 5 | [ἐ]νθάδε δ’ ἐ[νναί]ει καὶ Ὀλυμπιάς, εἱμερόεσσα |
| Ἠιθέοιο δάμαρ καὶ ἀδελφεὴ Αἰνείαο, | |
| ἣ πάσας παράμ[ι]ψ[ε] φιλάνδρους ἡρωίνας, | |
| Ἄλκηστιν πινυτῇ, μορφῇ δ’ ἐρατώπιδα Λήδην. | |
| τοῦτ’ ἐτύμως νῆσοι μακάρων πέδον, ἔνθα τε φῶτες | |
| 10 | εὐσεβέες ναίουσι δικαιότατοί τ’ ἀγανοί τε, |
| οἳ <ξ>υνὸν ζώοντες ἔχον βίον ἀλλήλοισιν | |
| σὺν κόσμῳ σοφίῃ τε δικαιοσύνῃ τε καὶ αἰδοῖ. | |
| ἀγγέλλω τάδε βωμός, ὃν Αἰνείας ἀνέθηκεν, | |
| ὄφρα κε κυδαίνωνται ὑπ’ ἀντιθέοις γεράεσσιν | |
| 15 | πᾶσιν ἐν αἰώνεσσιν ὑπ’ εὐσεβίῃσιν ἑταίρων. |