[ ]
Italia — Roma — undated — IG XIV 1437 — GVI 1596
| 1 | εἰς θρήνους ἐφύλαξας |
| Ἀτινίαν, ὦι κακὲ δαῖμον, / | |
| οὐχ ὁσίως ποινὴν εὐσεβίης κατέθου· | |
| Ῥουστικὸν ἡγεμονῆα πόσιν καὶ παῖδα τιθηνὸν | |
| 5 | Πομπήιον μαζῷ θελγόμενον γλυκερῷ, |
| μητέρα Ταρσογενῆ Πομπηίαν ἠδὲ Πούδεντας | |
| υἱὸν καὶ πάππον —— φεῦ θανάτων ἀνίσων· | |
| πάππος μὲν γενεῆς προπάτωρ πέλεν, ἠίθεος δὲ | |
| ᾤχετ’ ἔχων οὐδὲν πλὴν δακρύων πρὸ τάφου. |