[ ]
Italia — Roma — undated — IG XIV 1973 — GVI 1830
❦ {²corona}² ❦ | |
1 | οὐκ ∙ ἔθανες, Πρώτη ∙ μετέβης ∙ |
δ’ ἐς ∙ ἀμίνονα ∙ χῶρον ∙ / | |
καὶ ∙ ναίεις ∙ μακάρων ∙ νήσους ∙ | |
θαλίῃ ∙ ἐνὶ ∙ πολλῇ ∙ / | |
5 | ἔνθα ∙ κατ’ Ἠλυσίων ∙ πεδίων ∙ |
σκιρτῶσα ∙ γέγηθας ∙ / | |
ἄνθεσιν ∙ ἐν ∙ μαλακοῖσι ∙ κακῶν ∙ | |
ἔκτοσθεν ∙ ἁπάντων ∙ / | |
οὐ ∙ χειμὼν ∙ λυπεῖ ∙ σ’, οὐ ∙ καῦμα, | |
10 | οὐ ∙ νοῦσος ∙ ἐνοχλεῖ ∙ / |
οὐ ∙ πίνη σ’ ∙ οὐ ∙ δίψος ∙ ἔχει ∙ σ’ ∙ | |
ἀλλ’ οὐδὲ ∙ ποθεινὸς ∙ / | |
ἀνθρώπων ∙ ἔτι ∙ σοι ∙ βίοτος ∙ | |
ζώεις ∙ γὰρ ∙ ἀμέμπτως ∙ / | |
15 | αὐγαῖς ∙ ἐν ∙ καθαραῖσιν ∙ Ὀλύμ- |
που ∙ πλησίον ∙ ὄντως ∙ / | |
Π(όπλιος) ∙ Αἴλ(ιος) ∙ Ἀβάσκαντος ∙ Αἰλίᾳ | |
Πρώτῃ ∙ θυγατρί ∙ ἔζησεν ∙ ἔτη | |
ζ ∙ μῆνας ∙ ια ∙ ἡμέρας ∙ κζ ∙ |