[ ]
Italia — Roma — undated
| 1 | [ἦλθε]ς, τέκνον γλυκύτατον, ἀθάνατον |
| [εἰς δῶ]μα, ἀείζων, Μάρκε Ὀρτώριε Ἐλεύθερε, | |
| [ἐτῶν] δέκα, μηνῶν τριῶν, ἡμερῶν τριῶν. | |
| [νῦν δ]οίη σοι ὁ Ὄσειρις τὸ ψυχρὸν ὕδωρ· οὐκ ἔ- | |
| 5 | [χει σὲ] Χάρων, τέκνον, ἀλλὰ Χάος, τό σε λαβὼν |
| [ὠκύμ]ο̣ρον, ἀλοίδορον, ἄνηβον, ἄωρον. κατέλει- | |
| [πες δ]ὲ κληρονομίαν καθημερινὴν μητρὶ | |
| [καὶ π]ατρὶ ζῶσιν κοπετοὺς καὶ δάκρυα καὶ | |
| [στε]ν̣άγματα καὶ πένθος αἰώνιον. | |
| 10 | [Ὀρτώ]ριος Ἥλεις καὶ Ὀρτωρία Εὐτυχὶς σύμβιος |
| [ἔκτ]ισαν ἰδίῳ τέκνῳ αἰώνιον νυμφῶνα | |
| [καὶ ἑα]υτοῖς, θανάτου προσδοκίαν, τοῦτο τὸ | |
| [μνη]μεῖον κηπόταφον, ἀπελευθέροις ἀπε- | |
| [λευθέρων — — — — — — — — — — — — —] |