[ ] Italia — Roma — ca. end 2nd c. AD — IG XIV 1104 — cf. IGUR IV, p. 149, 239
face a.1 Δημήτριος
ἀρχιερεύς.
face b.1 [Δη]μήτριον ∙ Ἑρμοπολείτην
Ἀλεξανδρέα ∙ πανκρατιαστὴν ∙ περιοδονείκην ❦
  παλαιστὴν ∙ παράδοξον ∙ ἄλειπτον ❦
  τὸν ἀρχιερέα ∙ τοῦ ∙ σύνπαντος ∙ ξυστοῦ
5   διὰ βίου ∙ ξυστάρχην ∙ καὶ ∙ ἐπὶ βαλανί-
      ων ∙ Σεβ(αστοῦ) ∙ τὸν πατέρα ❦
Μ(άρκος) ∙ Αὐρ(ήλιος) ∙ Ἀσκληπιάδης ∙ ὁ καὶ ∙ Ἑρμόδωρος,
  νεωκόρος ∙ τοῦ ∙ μεγάλου ∙ Σαράπιδος,
  Ἀλεξανδρεύς ∙ Ἑρμοπολείτης ∙ πανκρα-
10   τιαστὴς ∙ περιοδονείκης ∙ ἄλειπτος ❦
  ἀσυνέξωστος ∙ ἀνέκκλητος ∙ ξυστάρ-
  χης ∙ διὰ βίου     ὁ υἱὸς
ὁ ἀρχιερεὺς ∙ τοῦ σύμπαντος ξυστοῦ διὰ βίου ❦
  ξυστάρχης ∙ καὶ ἐπὶ βαλανείων τοῦ Σεβαστοῦ. ❦
Search Help