[ ]
Italia — Roma — mid 2nd c. AD — IG XIV 1109
1 | ἡ ∙ ἱερὰ ∙ ξυστικὴ ∙ σύνοδος ∙ τῶν |
περὶ ∙ τὸν ∙ Ἡρακλέα ∙ ἀπὸ καταλύσεως | |
ἐν ∙ τῇ ∙ βασιλίδι ∙ Ῥώμῃ ∙ κατοικούντων | |
Μ(άρκον) ∙ Οὔλπιον ∙ Δομεστικὸν ∙ διὰ ∙ βίου ∙ ξυστάρ- | |
5 | χην ∙ καὶ ∙ ἀρχιερέα ∙ τοῦ ∙ σύμπαντος ∙ ξυστοῦ ∙ περιο- |
δονείκην ∙ παράδοξον ∙ ἐπὶ ∙ βαλανείων ∙ Σεβαστοῦ, | |
τὸν ∙ ἑαυτῶν ∙ προστάτην ∙ καὶ ∙ αὐτὸν ∙ πρεσβεύσαντα | |
καὶ ∙ αἰτησάμενον ∙ τὸ ∙ τέμενος τῷ σύμπαντι ξυ- | |
στῷ ∙ τὴν ∙ τειμὴν ∙ ἀναθέντος ∙ Μεττίου ∙ Ἀμερίμνου | |
10 | ἐπὶ ∙ ἀρχόντων |
Λ(ευκίου) Οὐεννίου ∙ Ἀγριππιανοῦ ∙ καὶ ∙ Μ(άρκου) ∙ Μεττίου ∙ Ἀμερίμνου. |