[ ] Italia — Roma — late 2nd/early 1st c. BC — IG XIV 953
in mediis versibus 1-5 corona
1 ὑπὲρ προξενίας καὶ εὐ-
εργεσίας Δημητρίωι
Διοδότου Συρακοσίωι
καὶ τοῖς ἐγγόνοις αὐ-
5 τοῦ
ἐπὶ ἱεροθύτου Ἱκέτα Ἱκέτου, ἀρχόν-
  των δὲ Ἡρέου καὶ Κ[ό]τητος·
ἔδοξε τῆι συγκλήτῳ καὶ τῶι δήμωι
  τῶν Μελιταίων· ἐπειδὴ Δημή-
10   τριος Διοδότου Συρακόσιος δι-
  ὰ παντὸς εὔνους ὑπάρχων
  τοῖς τε δημοσίοις ἡμῶν πράγ-
  μασιν <κ>αὶ ἑνὶ ἑκάστωι τῶν πολι-
  τῶν παραίτιος ἀγαθοῦ πολλάκι
15   γεγένηται,
ἀγαθῆι τύχηι δεδόχθαι Δημήτριον
Διοδότου Συρακόσιον πρόξε-
  νον εἶναι καὶ εὐεργέτην τοῦ δή-
  μου τ<ῶ>ν Μελιταίων καὶ τοὺς ἐγ-
20   γόνους αὐτοῦ ἀρετῆς ἕνεκεν
  καὶ εὐνοίας ἧς ἔχ<ω>ν διατελεῖ εἰς
  τὸν ἡμέτερον δῆμον· τὴν δὲ
  προξενίαν ταύτην ἀναγράψαι
  εἰς χαλκ<ώ>ματα δύο καὶ τὸ ἓν δοῦ-
25   ναι Δημητρίωι Διοδότου Συρα-
  κοσίωι.
Search Help
Contact Us