[ ]
Italia — Roma — late 2nd/early 1st c. BC — IG XIV 953
| {²in mediis versibus 1-5 corona}² | |
| 1 | ὑπὲρ προξενίας καὶ εὐ- |
| εργεσίας Δημητρίωι | |
| Διοδότου Συρακοσίωι | |
| καὶ τοῖς ἐγγόνοις αὐ- | |
| 5 | τοῦ |
| ἐπὶ ἱεροθύτου Ἱκέτα Ἱκέτου, ἀρχόν- | |
| των δὲ Ἡρέου καὶ Κ[ό]τητος· | |
| ἔδοξε τῆι συγκλήτῳ καὶ τῶι δήμωι | |
| τῶν Μελιταίων· ἐπειδὴ Δημή- | |
| 10 | τριος Διοδότου Συρακόσιος δι- |
| ὰ παντὸς εὔνους ὑπάρχων | |
| τοῖς τε δημοσίοις ἡμῶν πράγ- | |
| μασιν <κ>αὶ ἑνὶ ἑκάστωι τῶν πολι- | |
| τῶν παραίτιος ἀγαθοῦ πολλάκι | |
| 15 | γεγένηται, |
| ἀγαθῆι τύχηι δεδόχθαι Δημήτριον | |
| Διοδότου Συρακόσιον πρόξε- | |
| νον εἶναι καὶ εὐεργέτην τοῦ δή- | |
| μου τ<ῶ>ν Μελιταίων καὶ τοὺς ἐγ- | |
| 20 | γόνους αὐτοῦ ἀρετῆς ἕνεκεν |
| καὶ εὐνοίας ἧς ἔχ<ω>ν διατελεῖ εἰς | |
| τὸν ἡμέτερον δῆμον· τὴν δὲ | |
| προξενίαν ταύτην ἀναγράψαι | |
| εἰς χαλκ<ώ>ματα δύο καὶ τὸ ἓν δοῦ- | |
| 25 | ναι Δημητρίωι Διοδότου Συρα- |
| κοσίωι. |