[ ]
Italia — Roma — late 2nd/early 1st c. BC — IG XIV 952
| 1 | ἐπὶ ἱεροθύτα |
| Νυμφοδώρου τοῦ Φίλωνος | |
| παραπροστά<τα> τᾶς βουλᾶς, | |
| προεδρευούσας τᾶς φυλᾶς | |
| 5 | τῶν Ὑλλέων, προαγοροῦντος |
| Διοκλέος τοῦ Διοκλέος, | |
| γραμματεύοντος Ἁδρανίωνος Ἀλεξάνδρου, | |
| ἁλίασμα ἕκτας διμήνου, Καρνείου ἐξήκο[ντ]ος πάνται, | |
| ὑπὲρ προξενίας Δημητρίωι Διοδότου Συρακοσίωι. | |
| 10 | ἔδοξε τᾶι ἁλίαι καθὰ καὶ τᾶι συ<γ>κλήτω<ι> ριʹ· ἐπειδὴ ἀνάγ- |
| γελλον οἱ πρέσβεες οἱ ἐς Ῥώμαν πορευθέντες Πασίων | |
| Πασίωνος Κότητος καὶ Θεόδωρος Θεοδώρου Ξηνιάδα | |
| Δημήτριον Διοδότου Συρακόσιον πολλὰς καὶ μεγάλας χρείας | |
| παρεισχῆσθαι τῶι ἁμῶι δάμωι καὶ μεγάλων ἀγαθῶν παραίτιο<ν> | |
| 15 | γεγόνειν, τοῖς δὲ Ἀκραγαντίνοις πάτριόν ἐστι καὶ ἐκ προγόνων |
| παραδεδομένον τιμεῖν τοὺς ἀγαθοὺς ἄνδρας καὶ προισταμέ- | |
| νους τοῦ ἁμοῦ δάμου ταῖς καταξίοις τιμαῖς, | |
| δεδόχθαι ἐπὶ τᾶι ἀγαθᾶι τύχαι καὶ σωτηρίαι τοῦ δάμου τῶν Ἀκραγαντίνων | |
| εἴμειν πρόξενον καὶ εὐεργέταν Δημήτριον Διοδότου Συρακόσι- | |
| 20 | ον ὅπω<ς> πᾶσι φανερὸν ᾖ ὅτι ὁ δᾶμος τῶν Ἀκραγαντίνων ἐπί- |
| σταται χάριτας ἀπονέμειν καταξίας τοῖς εὐεργετεῖν προαι- | |
| ρουμένοις αὐτόν· τὸ δὲ δόγμα τόδε κολάψαντας ἐς̣ χαλκώ- | |
| ματα δύο τὸ μὲν ἓν ἀναθέμειν εἰς τὸ βουλευτήριον, τὸ δὲ | |
| ἄλλο ἀποδόμειν Δημητρίωι Διοδότου Συρακοσίωι ὑπό- | |
| 25 | μναμα τᾶς ποτὶ τὸν δᾶμον εὐνοίας· τοὺς δὲ ταμίας |
| ἐξοδιάξαι ἐς τὰ προγεγραμμένα ὅσον κα χρεία ᾖ καὶ φέ- | |
| ρειν τὰν ἔξοδον διὰ τῶν ἀπολόγων. | |
| ὁμογνώμονες τοῦ συνεδρίου πάντες. |