[ ] Kalymna — Sanct. of Apollo — arbitration of Knidos — early 3rd c. BC — SGDI III,1 3591/3592 — Syll.³ 953
face A.1a                                                        {²vestigia praescriptionis(?) incerta
1 [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα στρ]α̣ταγῶν Λευντιάδα το-
[ῦ δεῖνος, τοῦ δεῖνος — — — — — — — — —]․․λ̣ωνος, Πειθαράτου το-
[ῦ δεῖνος, τοῦ δεῖνος — — — — — — — —] τ̣οῦ Ἀκροτέλευς, Ἐρασικλ-
[εῦς τοῦ δεῖνος, τοῦ δεῖνος τοῦ δεῖνος π]ε̣ρὶ τᾶς δίκας ἇς ἐδικάζε-
5 [το τὰ παιδία τὰ Διαγόρα τοῦ Παυσιμάχ]ο̣υ μετὰ ἐπιτρόπων Φιλί-
[νου τοῦ Διοκλεῦς, Ἀριστοδάμου, Ἀγλάου], Τ̣εισία̣, Ἀριστέως τᾶι πό-
[λι τᾶι Καλυμνίων· ἐπεὶ τῶι δάμωι γραφ]ὰ̣ν ἔθεντο τὰ Δια<γ>όρα παι-
[δία καὶ τοὶ ἐπίτροποι Φιλῖνος Διοκλεῦς], Ἀ̣ρ̣ι̣σ̣τόδαμος, Ἄγλαος, Τ-
[εισίας, Ἀριστεύς, νῦν δὲ καὶ ἁ πόλις ἁ Κα]λ̣υ̣μνίων τοὺς προδίκου-
10 [ς ἀπέστειλε κομίζοντας ἀντιγραφὰ]ν̣ {Ρ} Ἀρατί̣δ̣[α]ν̣, [Ἐ]π̣[ίγ]ο̣ν̣[ον? ․․․․]
[— — — — — — — — — — — — — — — — —]σ̣θένη̣, Θηβάδ[αν κατὰ τὸ]
[παρὰ βασιλέως Δαματρίου ποτίταγμα] τὸ̣ Κ̣α̣λυμνίω̣ν̣ [τε κ]α̣[ὶ Κώι]-
[ων δάμοις ἀποσταλὲν καὶ τοὺς κοινοὺς λό]γ̣ου̣ς̣ τοὺς γεν̣[ομένου]-
[ς ἑκατέροις, δεδόχθαι· προλέγειν] τ̣ο̣ὺ̣ς̣ στρατα̣γ̣[οὺς τᾶς δίκας]
15 [ἁμέραν τοῖς τε Διαγόρα παισὶ καὶ τᾶι πό]λ̣ι τᾶι Καλυμνίων. vacat
[ἐπεὶ δὲ ἑκάτεροι τὰ γράμματα κεχρημα]τ̣[ι]σ̣μένοι ἐντί, λαβόντ[ω]
[τοὶ στραταγοὶ τοὶ ἐν ἀρχᾶι παρὰ τῶν] Δ̣ι̣α̣γόρα παιδίων καὶ τῶν ἐ-
[πιτρόπων ἀντίγραφα τοῦ ἐγκλήματο]ς̣ ὅ κ̣α̣ ἐ̣νκαλῆι τὰ Δια<γ>όρα π-
[αιδία περὶ τοῦ Παυσιμάχου χρέως πρὸ] ἁ̣μερᾶ̣ν̣ πέντε· εἰ δέ κα μ-
20 [ὴ ἀποδῶντι τὸ ἔγκλημα τοῖς στραταγοῖ]ς̣ κ̣α̣τὰ τὰ γεγραμμένα, μὴ
[εἰσαγόντω τὰν δίκαν τοὶ στραταγοί· λαβόν]τω δὲ καὶ ἀντίγραφα τᾶ[ς]
[ἀντιγραφᾶς τᾶς δεδομένας τοῖς Καλυμ]νίων προδίκοις πρὸ ἁμε̣ρ̣-
[ᾶν πέντε· εἰ δέ κα μὴ δῶντι Καλύμνιοι, ν]ικᾶν τὰ Διαγόρα παιδία κρι[ν]-
[όντ]ω̣, ο̣ὐ̣δὲ τὸ ἐπικαλεύμ[ενον ἔχειν τινὰ] τῶν γεγραμμένων ο{ικαγ [γενέσθαι τοὺ]}
25 [ὔτ]ε̣ {²⁶οὔτε}²⁶ ἔλασσον τούτου· ἐξορκῶν̣[τω δὲ πρὸ το]ῦ δικαστηρίου πρὶν τὰν [δ]<ίκαγ γενέσθαι τοὺ>-
ς̣ δικαστὰς τοὺς δικάζοντας ἱ[ερῶν καιομέ]ν̣ω̣ν· ὁ δ̣ὲ̣ ὅρ̣κ̣ος ἔστ̣ω̣ ὅ̣δ̣-
ε· ναὶ τὸν Δία καὶ τὸν Ἀπόλλω τὸν Λύκι̣[ον καὶ τὰν Γᾶν δικασσέω περὶ]
ὧν τοὶ ἀντίδικοι ἀντώμοσαν κατὰ γν̣[ώμαν τὰν οὔσαν δικαιοτάτα]-
ν, καὶ οὐ δικασσέω κατὰ μάρτυρα εἴ κα μὴ [δοκῆι ἀλαθέα μαρτ]-
30 υ̣ρεῖν, οὐδὲ δῶρα ἔλαβον τᾶς δίκας ταύτας ἕ[νεκεν παρ’ οὐδενὸς]
[ο]ὔτε αὐτὸς ἐγὼ οὔτε ἄλ<λ>ος οὔτε ἄλλα ἐμὶν̣ [τέχναι ἢ μαχανᾶι οὐδ]-
εμιᾶι· εὐορκεῦντι μέμ μοι εὖ εἶμεν, ἐπιορκεῦντ̣[ι δὲ τὰ ἐναντία].
τὰ δὲ ψαφίσματα καὶ τὰς προκλήσις καὶ εἴ τί κα ἄλλο δέ̣[ον ἐγ δα]-
μοσίου φέρηται, τιθέσθων ἐπὶ τὸ δικαστήριον τοὶ ἀν̣[τίδικοι ἑκ]-
35 άτεροι ἐσφραγισμένα τᾶι δαμοσίαι σφραγίδι πόλιος ἑκα[τέρας]
καθά κα ἑκατέρα ἁ πόλις ψαφίξηται, καὶ παραδόντω τοῖς στρατ-
αγοῖς, τοὶ δὲ στραταγοὶ λύσαντες ἐγδιδόντω ἐς τὸ δικαστήριο-
ν πάντα τὰ γράμματα ἀμφοτέροις τοῖς ἀντ̣ι̣δίκοις. τιθέσθων δὲ κα[ὶ]
τὰς μαρτυρίας ἑκάτεροι πρὶν οὗ λέγεσθαι τὰν δίκαν. λεγέσθω δὲ
40 τᾶς δίκας ὁ μὲν πρᾶτος λόγος ἑκατέροις ποτὶ χόας δεκαοκτώ, ὁ δὲ
δεύτερος ποτὶ χόας δέκα. συναγόρους δὲ ἐξέστω ἑκατέροις
π̣αρέχεσθαι τέτορας, ἐξέστω δὲ καὶ μαρτυρὲν τοῖς συναγόροις.
τὰ δὲ ψαφίσματα καὶ τὰς προκλήσις καὶ τὰν γραφὰν τᾶς δίκας καὶ εἴ τί κ-
α ἄλλο ἐγ δαμοσίου φέρηται ἀναγινωσκέτω ὁ γραμματεὺς ὅν κα ἑ-
45 κάτεροι παρέχωνται, καὶ τὰς μαρτυρίας ἄνευ ὕδατος· ὁ δὲ μάρτ-
υρ ὁ μὲν δυνατὸς ἐὼν παρεῖμεν, μαρτυρείτω παρεὼν ἐπὶ τοῦ δικα̣-
στηρίου, τοὶ δὲ ἀδύν[α]τοι τῶν μαρτύρων παραγενέσθαι ἐπὶ τὸ δικ̣-
αστήριον ἐγμαρτυρησάντω ἐπὶ τῶν προστατᾶν ἐν ἑκατέρα[ι]
τᾶι πόλι τετάρται ἐξ ἰκάδος μηνὸς Βατρομίου ὃν Καλύμνιοι ἄγοντ[ι],
50 Κῶιοι δὲ Καφίσιον, παρεύντων τῶν ἀντιδίκων, εἴ κα χρείζωντι παρῆ-
μεν, τοὶ δὲ μάρτυρες π[ο]τομνύντω τὸν νόμιμον ὅρκον ἐπὶ τὰμ μ-
αρτυρίαν ἀλαθέα μαρτυρεῖν καὶ μὴ δυνατοὶ ἦμεν παραγενέσθαι ἐπὶ [τ]-
ὸ δικαστήριον· τοὶ δὲ προστάται τὰς μαρτ̣υ̣ρ̣[ία]ς τὰς ἐγμαρτυρηθείσα-
ς ἐπ’ αὐτῶν ἐπισαμαινέσθω τᾶι δαμοσί[αι σφρα]γίδι, παρασαμαινέσθω δὲ
55 καὶ τῶν ἀντιδίκων ὁ χρείζων, ἀντίγραφα [δ]ὲ̣ διδόντω τοὶ προστάται τ-
αυτᾶν τᾶν μαρτυριᾶν παραχρῆμα τοῖς ἀντιδίκοις. ἀποστειλάντω δὲ
τοὶ προστάται τᾶμ̣ [μ]ὲ̣ν ἐν Κῶι μαρτυρηθεισᾶν μαρτυριᾶν πασᾶν ἀν-
[τί]γραφα, τὰ μὲν ἐσ[φρ]αγισμένα τᾶι δαμοσίαι σφραγίδι, τὰ δὲ ἀσφράγισ-
[τα] ἐπὶ τοὺς προσ[τ]ά̣τας τοὺς ἐν Καλύμναι ἐν ἁμέραις ἴκατι ἀφ’ οὗ κα ἐγμαρ-
60 [τυρ]ηθῆι· ἀποστ<ει>λάντω δὲ καὶ τοὶ προστάται τοὶ ἐν Καλύμναι τᾶν μ-
[αρτ]υρ̣ιᾶν τᾶν ἐγμαρτυρηθε[ι]σᾶν ἐφ’ αὑτοῖς ἀντίγραφα πασᾶν, τὰ μὲν ἐσφρ-
αγισμένα τᾶι δαμοσίαι σφραγίδι, τὰ δὲ ἀσφ<ρ>άγιστα ποτὶ τοὺς προστά̣[τ]-
ας τοὺς ἐγ Κῶι ἐν ἁμέραις ἴκατι ἀφ’ οὗ κα ἐγμαρτυρηθῆι καὶ τὰ ἄλλα
ποιούντω τοὶ προστάται περὶ τᾶν ἐγμαρτυριᾶν καθάπερ καὶ τοὺς ἐ-
65 ν̣ Κῶι προστάτας γέγραπται ποιεῖν· τοῖς δὲ παραγενομένοις Καλυμ-
νίων εἰς Κῶν ἐπὶ τὰν ἐπάκουσιν τᾶν μαρτυριᾶν ἀσ̣φ[άλειαν παρεχ]έ̣τ̣-
ω ἐν Κῶι Φιλῖνος. διδόντω δὲ καὶ ἀνάκρισιν τοὶ σ[τραταγοὶ τῶν μαρ]-
τύρων ἑκατέροις καθ’ ἕνα μετὰ τοὺς πράτους [λόγους τᾶς δίκας]·
ἀνακρινάντω δὲ καὶ τοὺ̣ς μάρτυρας ἑκάτεροι ὅ[σα μὲν τᾶς δίκας ἱ]-
70 κνεῖται, ἄλλο δὲ μηδέν, καὶ τὸ ἐρωταθὲν ὑπὸ τ[οῦ μάρτυρος ἀνα]-
γ̣καζόντω τοὺς ἀντιδίκους τοὶ στραταγ[οὶ εἰπεῖν, εἴ κα μὴ συνῆι τὸ ἐ]-
ρωτώμενον, ἐπερωτῆι δὲ ὑπὲρ αὐτοῦ τ[οὺς ἀντιδίκους· εἰ δέ κα τοὶ]
λόγοι μὴ συντελέωνται παρ’ ἀμφοτέρ[ων ποτὶ τὰν τήρησιν τοῦ ὕδατος],
[λ]εγόντω ἐς ὅ κα τὸ ὕδωρ ἐ[γ]ρυᾶι· συντελε[σθέντων δὲ τῶν λόγ]-
75 ων διδόντω τοὶ στρατα[γο]ὶ τὰς ψάφου[ς αὐτίκα μάλα].
face B                {²c. 25 versus deleti
[— — καὶ ἐπεὶ ὁ δᾶμος ὁ Καλυμνίων Ἀρατίδαν, Ἐπίγονον, (etc.) προδίκους]
1 [ἐς Κνίδον ἀπέστειλε ἀντωμοσίαν τοῦ ἐνκλήμ]α̣τ̣ος ποιη̣[σ]-
[ομένους ποτί τε Φιλῖνον τὸν Διοκλεῦς], Ἀριστόδαμον, Ἄγ̣-
[λαον, Τεισίαν, Ἀριστῆ, τὰ Διαγόρα π]αιδία ποτὶ τοὺς γεγ̣[ρ]-
[αμμένους τὰν γραφὰν τάνδε ἔθ]ε̣ν̣το παρὰ τοὺς Κνιδίων στρ[ατ]-
5 [αγοὺς τοὺς ἐν ἀρχᾶ]ι ἐπὶ δαμιοργοῦ Ἀλκιμάχου. ἀργυρί[ο]-
[υ τοῦ ἀποδοθέντος] ἁμῖν ἀφαιρεθέντος ἀπὸ χρέως τοῦ Παυσ̣-
[ιμάχου καὶ] Ἱ̣πποκράτευς, τᾶς τε ἀφέσιος τοῦ ταλάντου ὅ φαν-
[τι] ἀφεῖσθαι Καλύμνιοι ὑπὸ Παυσιμάχου καὶ Κλευμήδευς, καὶ τ-
ᾶν φιαλᾶν καὶ τῶν ἀλσέων, καὶ τᾶν πεμπτᾶν ἀφαιρεθεισᾶ-
10 ν τᾶν ἀποδοσίων ἅς φαντι ἀποδεδώκεν Καλύμνιοι Παυσιμ-
άχωι καὶ Κλευμήδει καθ’ ὁμολογίαν ἅμ φαντι ποιήσασθαι̣
Καλύμνιοι ποτὶ Παυσίμαχον καὶ Κλευμήδη, περὶ ὧν πάντων
ἀμφισβατεῦντι αὐτοῖς τοὶ Κλευμήδευς κλαρονόμοι· τού-
των πάντων ἀφαιρεθέντος τοῦ μέρευς ὃ εὑρίσκομες ἐ-
15 πιπῖπτον ἐ<π>ὶ τὸ χρέος τὸ Ἱπποκράτει ὀφειλόμενον, ἀφα[ι]-
ρεθέντος δὲ καὶ τούτου π<λ>έονος ἀργυρίου ὅ φαντι Κα<λ>ύμ-
νιοι ἀποδεδώκεν Κλευμήδηι, καὶ τᾶν ἄλλαν ἀποδοσίων ἀφ-
αιρεθεισᾶν <π>ασᾶν, ἃς ἐν τᾶι ἀποκρίσει, ἃν ἔδωκε ὁ δᾶμ-
ος ὁ Κώιων τῶι Καλυμνίων δάμωι, ἃν ἔλαβον ἄγγελοι παρ-
20 αγενόμενοι ἐς Κῶν Ἐξάκεστος, Χαρικλεΐδας, Ἀρατό-
φαντος, Ἀρατίδας, Εὐξίφαντος, γράψαντες ἀνηνίκα-
μες ἔχοντας τὸς Ἱπποκράτευς κλαρονόμους ἐς τ-
ὸ χρέος ὃ ὤφειλον Καλύμνιοι Ἱπποκράτει, ὧι ἄρχει Καφίσ-
[ι]ος ἐπὶ Ἑρμώνακτος· ἀπαιτεύντων δὲ ἁμῶν τὰ ὑ-
25 πόλοιπα τῶν χρημάτων τούτων, ἃ γίνεται σὺν τό-
κωι, τὰ μέρη τὰ ἁμά, οὐκ ἀποδίδοντι Καλύμνιοι, φά-
μενοι ἀποδεδώκεν αὐτὰ καὶ τοὺς τόκους τοὺς
γινομένους Κλευμήδει τῶι Ἱπποκράτους καὶ Κλε-
υφάντωι τῶι Κλευμήδευς. τίμαμα τῶν χρημά-
30 των ὧν δικαζόμεθα τάλαντα τριάκοντα.
                             vacat
31 ἀπεδικάσθη παρόντων· τᾶν ψάφων ταὶ καταδικά-
ζουσαι ἑβδομήκοντα ὀκτώ, ταὶ δὲ ἀποδικάζου-
σαι ἑκατὸν ἴκατι ἕξ· Ἐλαφρίου ἑβδόμαι ἐπὶ δέκα, ἐ-
πὶ δαμιοργοῦ Ἀλκιμάχου· συναγόρησε τοῖς πα-
35 [ι]δίοις τοῖς Δια<γ>όρα Φιλῖνος Διοκλεῦς Κῶιος, τᾶι̣
[δ]ὲ Καλυμνίων πόλι Ἑκατώνυμος Πρυτάνι-
ο̣ς Μιλήσιος, Ἐξάκηστος Ἀλκίνου Καλύμνιος,
Ἀ̣ρατόφαντος Ἀριστόλα Καλύμνιος.
                          vacat
Search Help