[ ]
Kalymna Isl. — Sanct. of Apollo — decree of Kos — ca. 227 BC — SGDI III,1 3611
See also:
| 1 | [ἔδο]ξ̣ε̣ τ̣[ᾶι βουλᾶι καὶ τῶι δάμωι, ὁ δεῖνα εἶπε]· |
| [ἐπ]ειδὴ Θευκράτης Ὀν[ασιγένευς Καλύμνιος, εὔ]- | |
| [ν]ους ὢν καὶ φίλος τῶι δάμω[ι καὶ πράσσων ἀξίως] | |
| τᾶς ὑπαρχούσας αὐτῶι πο[τὶ τὰν πόλιν φιλότη]- | |
| 5 | τος, πρότερόν τε διετέλει χρε[ίας πάσας παρεχό]- |
| μενος τᾶι πόλει διαφυλάσσ[ων δὲ νῦν τὰν αὐτὰν] | |
| αἵρεσιν καὶ προαιρεύμενος μ̣[ηθὲν καθυστερεῖν] | |
| τῶν συμφερόντων Κώιοις κατ[ὰ δύναμιν τὰν αὑτοῦ], | |
| πρόθυμον αὑτὸν ἐς τὰ τοῦ δάμ[ου χρήσιμα παρέσχηται], | |
| 10 | [κ]αὶ ἐν τοῖς καθεστακόσι καιροῖς ἐσ[ευπόρηκε τῶι δά]- |
| [μ]ωι χρήματα ἔς τε τὸν ψαφι[σθέντα — — — — — τῶι] | |
| [β]ασιλεῖ Ἀντιγόνωι καὶ ἐς τὰν [— — — — — — — τῶν] | |
| στρατιωτᾶν, vac. ὅπως καὶ ὁ δᾶ[μος φαίνηται χάριν κα]- | |
| ταξίαν ἀποδιδοὺς αὐτῶι τῶ[ν εὐεργετημάτων, αὐτὸς δὲ] | |
| 15 | καὶ τιμαθεὶς ἐπὶ πλέον τάν τε [ὑπάρχουσαν εὔνοι]- |
| αν διαφυλάσσηι καὶ εἰς τὸ λο̣[ιπὸν τᾶι Κώιων πόλει κα]- | |
| θάπερ καὶ τᾶι ἰδίαι πατρίδι φιλό[τητα παρέχηται]· | |
| ἀγαθᾶι τύχαι, δεδόχθαι τῶι δ[άμωι πολίταν ἦμεν] | |
| Θευκράτη Ὀνασιγένευς τᾶς π[όλιος τᾶς Κώιων, καὶ] | |
| 20 | ἐγγόνος, μετέχ[ον]τας πάντω[ν ὧν καὶ τοὶ ἄλλοι μετέχοντι]· |
| τοὶ δὲ προστάτ[αι ἐπι]κλαρωσά[ντω αὐτοὺς ἐς φυλὰν] | |
| καὶ τρια[κάδα καὶ πεν]τηκοστύ[ν, καὶ τὰ ὀνόματα αὐτῶν] | |
| [ἀναγραψάντω ἐς τὰν σ]τάλαν ἐς [ἃν ταὶ ἄλλαι πολιτεῖαι] | |
| [ταὶ δεδομέναι ἐν τῶι δ]άμωι ἀ̣να[γράφονται· τοὶ δὲ ταμίαι] | |
| 25 | [τὸ ἀργύριον δόντω ἐς τὰν ἀ]ναγραφάν· [ὅπως δὲ καὶ ἐν Κα]- |
| [λύμναι τὸ ψάφισμα ἐς τὸ ἱαρὸ]ν τοῦ Ἀπό[λλωνος ἀναγραφῆι], | |
| [ἑλέσθαι ἐκ πάντων ἄνδρα, ὅστις ἀ]φικόμενο[ς — — — — — —] |