[ ]
Kalymna — Sanct. of Apollo — ca. 230-220 BC
1 | [ἔδοξε τᾶι] βουλᾶι καὶ τῶι δάμωι, [γνώ]μα προσ[τα]- |
[τᾶν· ἐπειδὴ Εὐ]ελπίδας Ἀρατίωνος ἐπελθὼν ἐπί | |
[τε τὰν βο]υλὰν καὶ τὸν δᾶμον ἐμφανίζει τὸν δᾶμο[ν] | |
[τὸν] Ἰασέων ἔν τε τῶι πρότερον χρόνωι διατε- | |
5 | [λεῖ]ν πᾶσαν εὔνοιαν παρεχόμενον τῶι δάμω[ι] |
[τῶι Κ]αλυμνίων, καὶ νῦν πρεσβευτὰν ἀποστε[λ]- | |
[λόν]των {²⁷ἀποστε[ι|λάν]των? (addenda)}²⁷ ποθ’ αὑτὸν ἀξιώσοντα δόμεν δικαστὰ[ς] | |
[ἄνδρα]ς πέντε, οἵτινες παραγενόμενοι εἰς Κά- | |
[λυμν]αν μάλιστα μὲν διαλυσοῦντι τοὺς δ[ια]- | |
10 | [φερομέ]νους τῶν πολιτᾶν, εἰ δὲ μή, διακρινεῦ̣[ν]- |
[τι, ἀπέστει]λε ἄνδρας καλοὺς κἀγαθούς, οἱ πᾶ- | |
[σαν σπουδ]ὰν ἐποιήσαντο τοῦ διαλυθέντα[ς <τοὺς πολείτας>] | |
[τὰ ποθ’ αὑτο]ὺς μεθ’ ὁμονοίας πολιτεύεσθαι, ὅπω̣[ς] | |
[οὖν ὁ δᾶ]μος ὁ Καλυμνίων φαίνηται χάριν ἀπ̣[ο]- | |
15 | [διδοὺς τοῖς] εὐεργετοῦσιν αὐτὸν καὶ πολλοὶ π[ρο]- |
[αιρῶνται κα]ὶ λέγειν καὶ πράσσειν τὰ δέοντα ὑ[πὲρ] | |
[τοῦ πλήθ]ους τοῦ Καλυμνίων, εἰδότες ὅτ[ι] | |
[ὑπαρξεῦντι α]ὐτοῖς τιμαὶ κατάξιαι ὧν κα εὐερ[γε]- | |
[τήσωντι, δ]εδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ- | |
20 | [παινέσαι τὸν δ]ᾶμον τὸν Ἰασέων ἀρετᾶς ἕνεκ[α] |
[καὶ εὐνοίας ἃ]ν ἔχων διατελεῖ ποτὶ τὸ πλῆθ[ος] | |
[τὸ Καλυμνί]ων καὶ στεφανῶσαι αὐτὸν χρυ- | |
[σέωι στεφάνω]ι τῶι ἐκ τοῦ νόμου· ἐπαινέσαι δὲ | |
[καὶ τοὺς δικαστ]ὰς τοὺς ἀποσταλέντας Ἑκαταῖ[ον] | |
25 | [Θεοδώρου, Λύσ]αν<δ>ρον Ἀριστοκρίτου, Αὐτοκλέ[α] |
[— — —, — — —]αΐσκον Θεοδότου, Δράκοντα Κεφά[λου] | |
[διότι ὑπαρχόν]των πλειόνων ἐνκλημάτων ἀξι[οχρέ]- | |
[ων κ]αὶ ἰδ[ίων] καὶ δαμοσίων ἐξ ἐτῶν πλειόνω[ν], | |
[τὰ] μὲν πλ[ε]ῖστα διέλυσαν καλῶς καὶ συμ[φε]- | |
30 | [ρόν]τως τ[ῶ]ι δάμωι, τὰ δὲ διέκριναν δικαίως κα[ὶ] |
[κατ]ὰ τοὺς νόμους ὄντες ἀνερίθευτοι, ὧν γεν[ο]- | |
[μέν]ων συμβαίνει τοὺς πολίτας εἰς ὁμόν[οι]- | |
[αν κ]αθεστάκειν, στεφανῶσαι δὲ αὐτοὺ[ς] | |
[χρυ]σῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου, δεδό- | |
35 | [σθαι δ]ὲ̣ κ̣[αὶ πο]λειτείαν Ἑκαταίωι Θεοδώρου |
[καὶ ․․․․αΐσκωι] Θεοδότου καὶ αὐτοῖς καὶ ἐκγόνο- | |
[ις· καὶ ἐ]πειδὴ ὑπάρχει πολιτεία διὰ πρ̣[ο]- | |
[γόνων Λυσά]νδρωι Ἀριστοκρίτου, Αὐτοκλε[ῖ] | |
[τοῦ δεῖνος, Δράκο]ν̣τ̣ι̣ Κεφά<λ>ου, [ἦ]μεν δὲ [κα]ὶ προ- | |
40 | [ξένους — — — — — — — — — — — — — — — — —] |