| 1 | ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, |
| γνώμα προστατᾶν· ἐπειδὴ Ἑρμό- | |
| λυκος Καλλισθένευς ἐπελθὼν | |
| ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμον | |
| 5 | ἐμφανίζει Ἀνδρόνικον Μενε- |
| [κ]λ̣εῦς Κνίδιον εὔνουν ἦμεν τῶι | |
| [δά]μ̣ωι τῶι Καλυμνίων καὶ τοῖς ἐν- | |
| [τυνχά]νουσι τῶν πολιτᾶν χρείας | |
| [παρεχόμεν]ο<ν> ἀπροφασίστως κατὰ | |
| 10 | [δύναμιν τὰν α]ὐτοῦ οὐθὲν ἐλλείπον- |
| τ̣α̣ [προ]θ̣υμίας̣, ὅ̣π̣ω̣ς οὖν φαίνηται ὁ δ[ᾶ]- | |
| μος τιμ[ῶ]ν τοὺς εὐεργετεῖν 〚․․․․․〛 | |
| προαιρουμένους αὐτόν, κα̣ὶ̣ τοὶ αἱρο[ύ]- | |
| μενοι τὰς χρείας [π]αρέχεσθαι τ[ῶι δά]- | |
| 15 | μωι τῶι Καλυμνίων εἰδῶντι ὅτι ὑπ[αρ]- |
| ξεῖ αὐτοῖς πάντα τὰ τίμια παρὰ τοῦ̣ | |
| πλήθους τοῦ Καλυμνίων κατὰ δύνα- | |
| μιν τὰν αὐτῶν, ἀγαθᾶι τύχαι, δεδό- | |
| χθαι τῶι <δ>άμωι· πολίταν ἦμεν Ἀνδρό- | |
| 20 | [ν]ι̣κον Μενεκλεῦς Κνίδιον καὶ αὐτὸν |
| καὶ ἐκγόνους μετέχοντας πάντων | |
| ὧνπερ καὶ τοὶ ἄλλοι Καλύμνιοι· ἐπικλα̣- | |
| ρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ φυλὰν καὶ δᾶ- | |
| μον· τοὺς δὲ προστάτας ἀναγράψαι τὸ | |
| 25 | ψάφισμα εἰς στάλαν λιθίναν καὶ θέ- |
| μεν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος· τᾶς | |
| δὲ ἀναθέσεως καὶ τᾶς ἀναγραφᾶς ἐ- | |
| πιμεληθῆμεν Ἑρμόλυκον Καλλισθέ- | |
| νευς· ἐπεκλαρώθη ἐπὶ φυλὰν καὶ δᾶ- | |
| 30 | [μ]ον· ἔλαχε φυλᾶς Κυδρηλείων, δάμου |
| Ἀμφιπετρᾶν. |