[ ]
Kalymna — Fanum Apollinis? — early 3rd c. BC
1 | γνώμα προστατᾶν· ἐπειδὴ Ἑκατώνυμος |
Πρυτάνιος Μιλήσιος ἔκ τε τῶν ἔμπροσθεν | |
χρόνων εὔνους ὢν διατελεῖ τῶι δάμωι τῶι | |
Καλυμνίων, καὶ νῦν φευγόντων ἁμῶν δί- | |
5 | καν ὑπὸ τῶν Διαγόρα παίδων καὶ Φιλίνου, |
κινδυνευόντων περὶ τᾶς πατρίδος, πα- | |
ραγενόμενος μετάπεμπτος τάν τε λο̣[ι]- | |
πὰν εὔνοιαν π̣[αρεῖχε πρὸ]ς τὸν δᾶ- | |
μον, σ̣υ̣[ν]ά̣γ̣ο̣[ρος δὲ τῶι δάμω]ι κα- | |
10 | τασταθεὶς ἐπὶ [τὸ δ]ικαστήριον [τὸ ἀ]- |
ποδειχθὲν [ἁ]μ̣ῖν ὑ̣π̣ὸ Κ̣ν̣[ιδ]ί̣ω̣[ν καὶ κα]- | |
τὰ τὸ βασιλέως̣ [διάτ]αγμα Δαματρί[ου], | |
ὑπέρ τε τῶν δικ[αίω]ν διελέγετο τὰ | |
ἐνκλήματα λύ̣[ων] τὰ ἐπιφερόμενα, | |
15 | καὶ ἐκώλυσε συ[κοφα]ντ[ίσ]αι τὰμ π[ό]- |
λιν, συμπείσα[ς τὸ Κ]νιδίων δικαστή- | |
ριον τὰ δίκ̣α̣ια [π]άν̣[τα, συν]σταθεὶς με- | |
τ’ ἀμέων ἐπὶ τ[οὺ]ς τᾶς πατρίδος ἐ̣ναν- | |
τίους, δεδόχ[θ]αι τῶι δάμωι, ὅπως πάν- | |
20 | τες εἰδῶντι διό̣τ̣ι Καλύμνιοι ἐπίσ- |
τανται τὰς χάρι[τ]ας ἀποδιδόμεν | |
τοῖς εὐεργέτα̣ι̣ς, ἦμεν δὲ πολίτ- | |
[α]ν Ἑκατώνυμ[ον] Π̣ρυ[τά]ν̣ι̣ο̣[ς] Μιλ[ήσιον] | |
25 | [τοῦ] δάμου τοῦ Κ̣αλυ[μνίω]ν· ἔγ[κτησ]- |
[ιν δὲ κ]αὶ πρ̣οε[δρίαν καὶ πάν]τ̣ω̣ν [ἀτέ]- | |
[λειαν ἦμεν αὐτῶι — — — — — — — — —] |