| 1 | [ἑλέσθαι δ]ὲ̣ κ̣α̣ὶ̣ ἄ̣ν̣δρας ἓξ ἐκ̣ [πάντων, τοὶ] |
| δὲ αἱ̣ρ̣ε̣θέντες τό τε̣ ψ̣άφισμα π̣[ροσενεγκάν]- | |
| τω καὶ τὸν στέφανον̣ Πραξίλαι καὶ ἐπ̣[ελ]- | |
| θόντες ἐπὶ τὰμ β̣ουλὰν καὶ τὸν δᾶμο̣[ν] | |
| 5 | ἀξιωσάντω ἐπιμ̣έ̣λ̣ειαμ ποήσασθαι |
| ὅπως ἀναγραφὲν τόδε τὸ ψάφισμα εἰς | |
| στάλαν ἀνατεθῆι ἐν τῶι ἱερῶι τοῦ Ἀσκλα- | |
| πιοῦ καὶ ὅπως ἀναγγελῆ ὁ στέφανος καὶ ὧν | |
| ἕνεκεν τετίμαται Πραξίλας ἔν τε τῶι | |
| 10 | χορικῶι ἀγῶνι τῶν Διονυσίων καὶ ἐν τῶι |
| γυμνικῶι τῶμ μεγάλων Ἀσκλαπιείων· | |
| ἀναγράψαι δὲ καὶ τὸ ψάφισμα τόδε εἰς στά- | |
| λαν καὶ ἀναθέμεν εἰς τὸ ἱερὸν τοῦ | |
| Ἀπόλλωνος τοῦ Δαλίου τοῦ ἐγ Καλύμναι· | |
| 15 | τᾶς δὲ ἀναγραφᾶς ἐπιμεληθέντω |
| τοὶ δάμαρχοι. |
Tit. Calymnii
Test. XIV