| 1 | Στασίλας Λυκόφρονος εἶπε· ἑλέσθαι ὁρκωτὰς δύο ἐξ ἑκάστας |
| φυλᾶς, οἵτινες ὁρκιξεῦντι τοὺς πολίτας ἐν τᾶι ἀγορᾶι | |
| πρὸ τῶν ἀρχείων, καὶ γραμματῆ ἐς ἑκάσταμ φυλὰν καὶ τὸν | |
| ὑπαγορεύοντα τὸν ὅρκον· ἑλέσθαι δὲ καὶ εἰς Κάλυμναν ἕνα | |
| 5 | ἐξ ἑκάστας φυλᾶς καὶ γραμματῆ τούτοις· ὁρκιζόντω δὲ |
| τοῦτοι εἷ κα ὁ στραταγὸς ὁ ἀποσταλεὶς ὑπὸ τοῦ δάμου | |
| ποτιτάσσηι· τοὶ δὲ πωληταὶ μισθωσάντω ἤδη διξὰ ὁρκω- | |
| μόσια παρασχεῖν τοῖς πολίταις αὐτεῖ τε καὶ εἰς Κάλυ- | |
| μναν· τὰ δὲ ὁρκωμόσια ἔστω ταῦρος κάπρος κριός, τέλεια | |
| 10 | πάντα· τοὶ δὲ πολῖται πάντες ἡβαδὸν ὀμνυόντω, πρᾶτοι |
| τοὶ προστάται καὶ τοὶ στραταγοί· τῶν δὲ ἄλλων ὅσσοι μὲν | |
| ὧδε ἐπιδαμεῦντι, ποτὶ τοὺς ὁρκωτὰς τοὺς αἱρεθέντας | |
| ὧδε, τοὶ δὲ λοιποὶ ποτὶ τοὺς εἰς Κάλυμναν ἀποστελλομέ- | |
| νους· ὁρκιζόντω δὲ τοὶ ἄνδρες τὸν ὅρκον τόνδε· ἐμμενῶ | |
| 15 | τᾶι καθεστακυίαι δαμοκρατίαι καὶ τᾶι ἀποκαταστάσει |
| τᾶς ὁμοπολιτείας καὶ τοῖς νόμοις τοῖς ἐγ Κῶι πατρίοις | |
| ὑπάρχουσι καὶ τοῖς δόγμασι τᾶς ἐκκλησίας καὶ ταῖς δια- | |
| γραφαῖς ταῖς ὑπὲρ τ̣ᾶς ὁμοπολιτείας· ἐμμενῶ δὲ καὶ τᾶι | |
| ποτὶ βασιλῆ Πτολεμαῖον φιλίαι καὶ συμμαχίαι καὶ ταῖς συνθή- | |
| 20 | καις ταῖς ποτὶ τοὺς συμμάχους τῶι δάμωι κεκυρωμέναις· |
| ὀλιγαρχίαν δὲ οὐδὲ τύραννον οὐδὲ ἄλλο πολίτευμα ἔξω δαμο- | |
| κρατίας οὐ καταστάσω παρευρέσει οὐδεμιᾶι, οὐδ’ εἴ τίς κα ἄλλος | |
| καθιστᾶι ἐπιτραψῶ, ἀλλὰ κωλύσω κατὰ τὸ δυνατόν, οὐδὲ τῶν | |
| φρουρίων οὐθὲν οὐδὲ ἄκραν καταλαψεῦμαι οὔτε αὐτὸς ἐξι- | |
| 25 | διαζόμενος οὔτε ἄλλωι συνεργῶν παρευρέσει οὐδεμιᾶι, |
| οὐδὲ τὰγ Κώιαν ἐλάσσω γινομέναν περιοψεῦμαι, ἀλλ’ αὐξήσω | |
| κατὰ δύναμιν τὰν αὑτοῦ· ἐσσεῦμαι δὲ καὶ δικαστὰς δίκαιος | |
| καὶ πολίτας ἴσος χειροτονῶν καὶ ψαφιζόμενος ἄνευ χάριτος | |
| ὅ κά μοι δοκῆι συμφέρον ἦμεν τῶι δάμωι· ἀλαθῆ ταῦτα ναὶ τὸν | |
| 30 | Δία καὶ τὰν Ἥραν καὶ τὸμ Ποτειδᾶ· εὐορκεῦντι μέμ μ[οι εὖ] |
| ἦμεν, ἐπιορκεῦντι δὲ τὰ ἐναντία. τοὶ δὲ̣ ὁ̣ρ̣κ̣ω̣[ταὶ ὁρκιζόντω] | |
| παραχρῆμα ἱεροῖς ἐν τᾶι ἐκκλ̣η̣[σίαι καιομένοις κατὰ τὰ δό]- | |
| ξαντα τᾶι ἐκ[κλησία]ι̣ Λ̣[— — — — — — — — — — — — — βα]- | |
| σ̣ι̣λ̣ε̣ὺ̣[ς? — — — — — — — — — — — — — — — — — — — —] | |
| 35 | [— — — — — — — — — — — — — — — — — — — — — — — —] |
Tit. Calymnii
Test. XII