[ ]
Kos Isl. — Antimachia — 3rd c. BC — Ross, Inscr. Graecae Ineditae II (1842) 60, 175 — SGDI III,1 3718 — cf. Ancient Cos (1978) 182, n. 45 (date)
See also:
1 | ἐπὶ μ[ον]άρχου Νικόφρονος, μηνὸ[ς] |
Ἀρταμιτίου, ἔδοξε τῶι κοινῶ[ι] | |
τῶν συμπορευομένων παρὰ Δ[ία] | |
[Ὑ]έτιον· Χάρμιππος Παρμενίσ[κου] | |
5 | [κ]αὶ Φίλιστος Φιλίστου καὶ Λύκα[ι]- |
θος Παρμενίσκου εἶπαν· ἐπε[ι]- | |
δὴ Νικαγόρας Θευδώρου κα[ὶ] | |
Λύκαιθος Λευκίππου γενόμ[ε]- | |
νοι ἐπιμήνιοι αὐτεπάγγελ- | |
10 | τοι τά τε ἱερὰ ἐξέθυσαν τῶ[ι] |
Διῒ καὶ ἀνενεώσαντο τὰν θυ- | |
σίαν τοῦ Διὸς καὶ τὰν ὑποδοχὰ[ν] | |
[ἐ]ποήσαντο τῶν δαμοτᾶν καὶ | |
[τ]ῶν ἄλλων πάντων ἀξίως τῶ[ν] | |
15 | [θ]εῶν, σπουδᾶς καὶ προθυμίας |
[ο]ὐθὲν ἐλλείποντες· ὅπως οὖν κα[ὶ το]- | |
ὶ μετὰ ταῦθ’ αἱρούμενοι ἐπιμήνιοι [πολ]- | |
ὺ προθυμοτέρος αὑτὸς παρέχ[ωντ]- | |
αι, εἰδότες τὰν τῶν δαμοτᾶν ε[ὔ]- | |
20 | [ν]οιαν· δεδόχθαι Νικαγόραν μὲ[ν] |
[κ]αὶ Λύκαιθον ἐπαινέσαι ἐπί τ[ε] | |
τᾶι αἱρέσει καὶ εὐσεβείαι ἃν [ἔ]- | |
χοντι ποτὶ τὸς θεὸς καὶ τ[ὸς] | |
[δ]αμότας, καὶ στεφανῶσαι [αὐ]- | |
25 | τὸς ἀπὸ χρυσῶν δέκα· το[ὶ δὲ] |
ταμίαι ἀναγραψάντων τόδε [τὸ ψά]- | |
φισμα ἐς στάλαν λιθίναν κ[αὶ] | |
ἀναθέντων πὰρ τὸν βωμὸν | |
τοῦ Διός· τὸ δὲ ἀνάλωμα [τὸ γε]- | |
30 | νόμενον ἐς τὰν στάλαν τε[ι]- |
σάντων τοὶ ταμίαι. |