[ ] Kos Isl. — Kos — ca. 220 BC — cf. RPAA 17 (1940/1941) 29, 2
See also:
face A,front.1 ἐπὶ μονάρχ[ου Χαρ]μ̣ί̣δ̣α̣, μ̣η̣ν̣[ὸς] Ἀλσ[είου — — —]
τάδε συνέγραψαν τοὶ ἄνδρες τοὶ αἱρεθ̣[έ]ν̣τες π[ερὶ]
τᾶς ἱερωσύνας τοῦ Διονύσου τοῦ Θυλλοφόρο[υ],
Ἄριστος Ἀριστοβούλου, Πάμφιλος Κλεάνδρο[υ].
5 ἀγαθᾶι τύχαι· τοὶ πωληταὶ ἀποδόσθων τὰν [ἱερω]-
[σύ]ναν τοῦ Διονύσου τοῦ Θυλλοφόρου μηνὸς Καρ[νεί]-
[ου· ἁ] δὲ πριαμένα ἔστω ὑγιὴς καὶ ὁλόκλαρος καὶ μὴ
[νεωτ]έρα ἐτέων δέκα δύο· ἱεράσθω δὲ ἐπὶ βίου. κα[τα]-
[βολὰς] δὲ ποησεῖται τοῦ εὑρέματος τρεῖς, τὰν μ[ὲν]
10 [πρά]τ̣αν ἐμ μηνὶ Καρνείωι τῶι ἐπὶ Χαρμίδα, τὰν δὲ δ[ευ]-
[τέρα]ν ἐμ μηνὶ Γεραστίωι τῶι μετὰ μόναρχον Χαρμίδα[ν]
[τὰν δ]ὲ τρίταν ἐμ μηνὶ Ἀλσείωι ἐπὶ τοῦ αὐτοῦ μον[άρ]-
[χου· α]ἰ δέ κα μὴ καταβάληι τὰν καταβολὰν ἐν τῶι χρόν[ωι]
[τῶι γ]εγραμμένωι ἀπογραψάντω αὐτὰν τοὶ ταμ[ίαι]
15 [τοῖς] πράκτορσι πράξασθαι διπλάσιον. τὰν δὲ ἱέρη τε̣[λε]-
[σά]τ̣ω ἁ πόλις, τὸ δὲ ἀνάλωμα τὸ ἐς τὰν τελετὰν [τοὶ τα]-
[μία]ι διδόντω· ὅπως δὲ τελεσθῇ ἁ ἱέρη κατὰ τὰ ν̣[ομιζό]-
[μεν]α̣ τοὶ πωληταὶ ἀπομισθωσάντω. ἐξέστω [δὲ τᾶι ἱέρηι]
[ὑφιέρ]ειαν ἀποδεῖξ̣α̣ι̣ πολίτιν, μὴ ἐξέστω δὲ ἄλ[λαν ἱερᾶσθαι]
20 [μηδ]ὲ̣ τελέζεν τῶι Θυλλοφόρωι Διονύσωι <πλὰν> ἢ [ἅν κα ἁ ἱέ]-
[ρη ἀπο]δ̣ε̣ί̣ξῃ ἐν ἑκάστωι δάμωι· αἰ δέ τίς κ[α παρὰ ταῦτα]
[ἱερᾶται] ἢ τ̣ε̣λέ̣ζ̣η̣ι̣, ἐ̣ξ̣[έ̣]σ̣[τ]ω {ι} τῶι τε κυ̣[ρίωι τᾶς ἱέρης καὶ]
[τᾶν ἀπο]δ̣ε̣ι̣χθεισᾶν ὑπὸ τᾶς ἱέρης [ἢ τῶν ἄλλων πολιτᾶν τῶι]
[χρήιζ]οντι ἐσαγγέλλεν ἐς τὰν β[ουλὰν τὰν ἱερωμέναν ἢ τελοῦσαν]
25 [ὡς] ἀδ̣ι̣κ̣οῦσαν τὰν πόλιν· αἰ δέ [κα καταγνωσθῆι ἀδι]-
[κεῖν] τ̣ελοῦσ[α]ν ἢ ἱερωμένα[ν, ἐπιτίμιον ἱερὰς ἀποτεισάτω]
[δραχμὰς πεντακοσίας]· τ̣ο̣[ῦτο] δ’ ἔστω [τὸ μὲν ἥμισον τοῦ ἐσαγ]-
[γείλαντος, τὸ δὲ ἥμισον τᾶ]ς ἱέ[ρης — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
face B,back.1 [— — — — — — — — — — — — — — — — τᾶι τελε]〛-
[ζ]ομέναι πάντα παρέχετ̣α̣ι̣ ἁ ἱέρη, τῶν δὲ θυο[μέ]-
[ν]ων ἱερείων τῶι Θυλλοφόρωι Διονύσωι διδότω γέρ[η]
[ἁ] θύουσα τᾷ ἱέρῃ τῶν μὲν μηλά[τω]ν ἱερείων καὶ τελείω[ν]
5 [σ]κέλος καὶ δέρμα καὶ τριώβολον, τῶν δὲ ἐτέλων κεφα-
[λ]ὰν καὶ πόδας καὶ δέρμα καὶ ὀβολόν, ὑὸς δὲ σκέλ̣ος καὶ
[τρ]ιώβολον, χοιρίου δὲ κεφαλὰν καὶ πόδας κ[αὶ] ὀβολόν,
[β]οὸς δὲ σκέλος καὶ δέρμα καὶ δραχμάν· ἔστω δὲ καὶ αἴ
[κ]ά τις παρά τινι θύῃ τᾶν ὑφιερειᾶν τῶι θεῶι τὰ ἡμίση
10 [τ]ᾶς ἱέρης· τᾶι δὲ μὴ ἀποδούσαι τὰ γέρη ὡς γέγραπτ[αι]
[τ]ὰ ἱερὰ ἔστω {ι} ἄθυτα. ἐπὶ δὲ τὸν βωμὸν ἐπιβαλλέτω πά̣-
[σ]α̣ι̣ς τὰ ἱερὰ ἁ ἱέρη ἢ ἁ ὑφιέρεια ἄν κα ἀποδε[ίξ]ῃ ἁ ἱέρη. τοὶ δ[ὲ]
[π]ωλ̣η̣τ̣αὶ μισθω[σά]ν̣τω ἀναγράψαι τάνδε τὰν διαγραφ[ὰν]
[ε]ἰς [στάλ]αν λιθί[ναν καὶ ἀναθέμεν ἐν] τῶι [ἱερῶ]ι τ̣ῶν Δυώ-
15 [δ]εκα Θεῶν· [τὸ δὲ ἐς τὰν τελετὰν] γε̣[νό̣μενο]ν ἀνάλω-
[μ]α καὶ [τ]ὸ ἐς [τὰν στάλ]αν κ[αὶ ἀναγρα]φ̣ὰν̣ [τᾶς διαγρα]φᾶς ἀπ[ο]-
δ̣ώσει τοῖς ταμίαις ἁ πριαμένα τὰν ἱερωσύναν ἅμα τ[ᾶς]
      vacat       ἄλλας τιμᾶς.     vacat
[Πα]να̣μύας Θευδότου εἶπε· τὰ μὲν ἄλλα καθὰ τᾶς διαγρα-
20 [φᾶ]ς. ὅπω[ς δ]ὲ τὸ ἱερὸν τοῦ Ἀντιγόνου ἐπισκευᾶς
[τε] καὶ τιμᾶ̣[ς πάσ]ας τυγχάνηι, ἁ πριαμένα τὰν ἱερωσύ-
[ν]αν το[ῦ Διονύ]σου τοῦ Θυλλοφόρου [κατ]αβαλλέτω ἐπ[ὶ]
[τ]ὸν λόγον ἐπιστάτ̣[αις τῶν ἔργων καθ’] ἕκαστον ἐνιαυ-
τὸν εἰς ἐπισσκε[υὰν {²⁶ἐπισκευὰν}²⁶ τοῦ ἱεροῦ δρα]χ̣μὰς ἑκατόν.
Search Help
Contact Us