| 1 | ἐπὶ μονάρ%⁸¹χου |
| Παρμενίσ%⁸¹κου. | |
| μηνὸς Ὑακινθίου Ι[— — — — — — — — — — — — — — — —] | |
| ἀγαθᾶι τύχαι· τάδε συνέγραψαν προστάτ[αι] Φ̣ίλιππος Φί- | |
| 5 | λωνος, Σώστρατος Φιλίνου, Λαμπίας Φιλίππου, Κάλλιπ- |
| πος Καλλίππου καθ’ ὑοθεσίαν δὲ Ἡρακλείτου, Εὔκαρπος Κλε- | |
| ονίκου, καὶ βουλᾶς γραμματεὺς Ἡράκλειτος Ἰατροκλεῦς, | |
| περὶ τᾶς ἱερωσύνας τοῦ Ἡρακλεῦς τοῦ Καλλινίκου τ̣ο̣ῦ̣ ἐ- | |
| π̣ὶ ἀγορᾶι καὶ ἐπὶ λιμένι. τοὶ προστάται, ἐπεί κα μέ<λ>λωντι πω- | |
| 10 | λεῖν τὰν ἱερωσύναν, θυσάντω ἑκατέρωι τῶν θεῶν ἱερεῖ- |
| ον ἀπὸ δραχμᾶν ἑκατὸν ὑπὲρ ὑγιείας τῶν τε πο[λιτᾶ]ν̣ κ̣αὶ πο- | |
| <λ>ιτίδων καὶ τῶν κατοικεύντων ἐν τᾶι πόλει, τ̣ο̣[ὶ] δὲ ταμία[ι ἀπο]- | |
| τελεσάντω αὐτοῖς ἐς τὰν θυσίαν τὸ προγεγραμμένο[ν ἀρ]- | |
| γύριον. τοὶ πωληταὶ ἀποδόσθων τὰν ἱερωσύναν ἐμ μηνὶ Πα- | |
| 15 | ν̣άμωι <τ>ᾶι νουμηνίαι. ὁ δὲ πριάμενος ἔστω ὑγιὴ<ς> καὶ ὁλόκλα- |
| [ρ]ος καὶ μὴ νεώτερος ἐτέων δέκα, ἱεράσθω δὲ ἐπὶ βίου· ἀτε- | |
| [λ]ὴς δὲ ἔστω τᾶν λειτουργιᾶν πασᾶν πλὰν λαμπαδαρχ̣ίας̣ | |
| καὶ τριηραρχίας, ἀπολελύσθω δὲ καὶ σιτοφυλακίας καὶ ὑ[πο]- | |
| δοχᾶς Ῥωμαίων καὶ ἐπιμηνιείας πάσας ἐφ’ ἇς [αἱ]ρεῖται [ὁ δᾶ]- | |
| 20 | μος· καθήσθω δὲ καὶ ἐν προεδρίαι καὶ σπενδέτω ἐν πᾶσ[ι] |
| [τ]οῖς χορικοῖς ἀγῶσι μετὰ τῶν ἄλλων ἱερέων τ̣ῶν δα̣μ̣ω̣- | |
| δῶν, καὶ φορείτω κιθῶνα διάλευκον· ἐστε[φα]νώσθω δὲ | |
| καὶ στεφάνωι λευκίνωι, ἐχέτω δὲ καὶ ἄφαμμα καὶ χρυσέος | |
| δακτυλίος. ὅπως δὲ καὶ αἱ θυσίαι τοῖς θε[οῖς] τούτοις ἐπιφα̣- | |
| 25 | ν̣έστερον συντελῶνται, ἃς μὲν θύει ὁ μόναρχος καὶ τοὶ ἱερο- |
| ποιοὶ, θυόντω τ̣ὰ ἱερεῖα ποτὶ τὸ διαγραφόμενον αὐτοῖς ἀργύ- | |
| ριον παρὰ τῶν ταμιᾶν· καὶ ὅπως ὁ δᾶμος φαίνηται συνεπαύ- | |
| ξων τὰς τιμὰς τῶν θεῶν, τοὶ χειρίζοντες τὰ τοῦ Ἡρακλεῦ̣[ς] | |
| τοῦ Καλλινίκου χρήματα διαγραφόντω τοῖς προστάταις | |
| 30 | ἐς̣ θυσίαν̣, τ̣οῖς μὲν τὰν θερινὰν ἄρχουσιν Ἀρταμιτίου νου- |
| μηνίαι δραχμὰς πεντήκοντα· κατὰ ταὐτὰ δὲ διαγραψάντω | |
| [κ]αὶ τοῖς ἐν ἀρχᾶι προστάταις ἐς θυσίαν δραχμὰς πεντή- | |
| [κ]οντα, ἐπεί κα ἁ τελετὰ τοῦ ἱερέως καὶ τᾶς ἱερείας ἐπιτελῆ̣- | |
| [τ]αι· τοὶ δὲ διαγραψάμενοι θυόντω πρὸς τὸ διαγραφὲν αὐτοῖς | |
| 35 | ἀργύριον. θυόντω δὲ καὶ τοὶ ποτ̣ὶ̣ τὸ πολίτευμα ποτιπορευό- |
| μενοι, ἐπεί κα συντέλειαν λάβῃ ἁ πολιτία τοῦ δικαστηρί[ου], | |
| [ἕκ]αστος αὐτῶν ἱερεῖον μὴ ἐλάσσονος ἄ[ξιον δραχμᾶν — —]. | |
| [θυόντ]ω δὲ καὶ τ̣ο̣ὶ̣ [— — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — —] |
Iscr. di Cos
ED 180