[ ] Kos Isl. — Kos — late 3rd c. BC
1 [ἀγαθᾶι τύχαι. τ]άδε ἀπήνεγκ[αν τοὶ ἄ]ν̣[δρες τοὶ]
[αἱρεθέντες σ]υγγράψαι καθ[ότι] δεῖ π̣[ερὶ τᾶς]
[ἱερωσύνας τᾶ]ς τῶν Κυρβάνθων, Ἀλθ[αιμένης]
[Ἀνδροσθένευ]ς̣, Χαρίκλειτος Ὀνασικλ[εῦς. ὁ πριά]-
5 [μενος τὰς ἱερω]σύνας ἔστω ὑγιὴς καὶ ὁ[λόκλαρος]
[καὶ μὴ νεώτερος ἐ]τέων εἴκοσιν· ἱεράσθω δὲ [διὰ βίου]
[καὶ ἔστω ἀτελ]ὴς στρατείας ὑπερορίου, κα[θὰ καὶ]
[τᾶν ἄλλαν λ]ειτουργιᾶν πασᾶν χωρὶ τριηρ̣[αρχίας]·
[σπενδέτω δ’ ἐ]ν̣ τοῖς χορικοῖς ἀγῶσι καὶ καθήσθ[ω ἐμ]
10 [προεδρίαι καθὰ κα]ὶ τοὶ ἄλλοι ἱερεῖς. v γέρη δὲ λαμ̣[βανέ]-
[τω τοῦ μὲν θυο]μένου ἱερείου ἐπὶ τᾶι τελετᾶι [․․․]
[— — — — — — — —]ς θαλείοις δέρμα καὶ σκέλο[ς ․․․]
[— — — — — — — — —] ἡμίεκτον, κυάμων ἡμ̣ίε̣[κτον],
[ἐπιτιθέτω δὲ ἐπὶ τὰν τράπ]εζαν κατὰ τὸν ἱερ[ὸν νό]-
15 [μον τὰ ἱερὰ ὁ ἱερεύς, τὸ δ’ ἐπιτιθέμε]νον ἐπὶ τὰν [τρά]-
[πεζαν — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us