[ ]
Kos Isl. — Kos — 4th c. BC — Paton-Hicks 39; SGDI III,1 3638 — HGK 3 — LSCG 151C
See also:
| 1 | [— — — — — — — — — — — — — — —] #⁵⁶ ἐνάτ̣α̣ι̣ ἐξ ἰκάδος· |
| [ἥρωσι πᾶ]σιν(?) ὄϊε̣[ς τρεῖ̣]ς̣ τέλεωι· [θύ]ονται κατὰ φυλ- | |
| [άς, ὁ] μ̣ὲν τῶν Ὑλλέων̣ π̣α̣ρ̣ὰ̣ τ̣ὸ̣ Ἡράκλειον, ὁ δὲ τῶν Δυμά- | |
| ν̣ων παρὰ τὰ Ἀναξίλεα, ὁ δὲ τῶν Παμφυλέων ἐν Εἰτέαι | |
| 5 | παρὰ τὸ Δαμάτριον· [ἐ]πὶ τούτων ἑκάστωι ἱερὰ οὐλομέτ- |
| [ριον], ἡμίεκτον ἑκατέρων, καὶ κύλικες καιναὶ τρεῖς ἑ- | |
| [κάσ]τ̣ωι καὶ πίναξ ἑκάστωι· ταῦτα παρέχοντι τοὶ ἱα- | |
| [ροποιοὶ] καὶ θύοντι #⁵⁶ τρίται ἀνομένου· Ἡρακλεῖ ἐς Κο- | |
| [․․․․․․]ον ἀρὴν καυτός ⋮ τᾶι αὐτᾶι ἁμέραι· Ἡρακλεῖ | |
| 10 | [ἐς ․․․․]σαλον βοῦς· τοῦτον θύει ὁ ἱαρεύς· τῶι δὲ |
| [θεῶι ἐφ]ίερα δίδοται κριθᾶν τρία ἡμέδιμνα καὶ σπυ- | |
| ρῶν τρεῖς τεταρτῆς καὶ μέλιτος τέτορες κοτύλ- | |
| ε̣αι καὶ τυροὶ ὀΐεοι δυώδεκα καὶ ἰπνὸς καινὸς καὶ φρ- | |
| υγάνων ἄχθος καὶ ξύλεων ἄχθος καὶ οἴνου τρία | |
| 15 | ἡμίχοα. vacat |