[ ]
N. Black Sea — Chersonesos — 2nd c. AD? — IosPE IV 136
| 1 | Οἰνάνθη Γλαυκίου. |
| ἄβαλέ τοι Μοῦσα<ι σὰ> χαρείσια, κάμμορε νύμφη | |
| Οἰνάνθη, πα<ίδ>ων ἐπὶ γούνασι σεῖο τεθέντων, | |
| φωνῆσαι λοχίης τε καλὸν νόμον Εἰλειθυ<ί>ης, | |
| 5 | μητρὶ τεῇ καὶ πατρὶ κεκαρμένα {²⁶κεχαρμένα}²⁶ δῶρα πό<σ>ε<ι τε>. |
| νῦν <δ>ὲ σὺ μὲν κρυεραῖ<σ>ιν ἐπὶ ψαμάθοισιν <ἰα>ύεις | |
| Κωκ<υτ>οῦ κελάδοντο<ς> ἀνὰ δρόσον, οὐδέ σ’ ἐγείρει | |
| ἀεναὲς κελάδημα <φ>ίλης ὀ<π>ός, ᾧτέ σε μήτηρ | |
| ὄρνις ὅκως γεγό<η>κε, <σ>ὺ δὲ λίθος οὐδὲν ἀκούεις, | |
| 10 | ἀλ<λ>ὰ {Μ} μελανδεῖνή {²⁶μελανδεῖναί}²⁶ σε περὶ ῥόες {Ϲ} Ὠκεανοῖο |
| εἰλεῦνται, ψυχαὶ δὲ κατακθονίων {²⁶καταχθονίων}²⁶ ἀ<λι>βάντων | |
| ζμερδαλέον βρομέουσι, σὺ δὲ θρόο<ν> οὐχὶ τοκήων, | |
| οὐ πόσιος νενόηκας, ἐπεὶ πίες, ἆ, στύγα Λήθης. | |
| τίς μακάρων νόμος οὗτος <ἀν>ά<μ>ερ<ο>ς; ἠέ νυ κῶρ<αι> | |
| 15 | οὐχὶ κακαὶ θνήσκουσι προμοίρ<ω>ς, οὐχὶ τοκήων |
| οὐτιδανῶν, ἀ̣λλ’ εἴ τι[ς] ἀριπρεπὲς εἶδο[ς] ἔχουσα | |
| ἢ γένος; ἦ ῥα τόδ’ ἐσθλὸν ἐτήτυμον ἀνδράσι Πυθώ, | |
| χρύσεον ὅττι γένεθλον ἐς Ἄϊδα πρῶτον ὁδεύε̣ιν; |