[ ]
N. Black Sea — Olbia — reign of Tiberius or Gaius — IosPE I 47
| 1 | ὁ δᾶμος ὁ Βυζαντίων. |
| ἔδοξε τᾷ βουλᾷ καὶ τῷ δάμῳ· τοὶ στραταγοὶ εἶ- | |
| παν ∙ ἐπεὶ Ὀρόντας Ὀλβιοπολείτας Ἀβάβου | |
| υἱός, ἀνδρὸς οὐ μόνον τᾶς πατρίδος, ἀλλὰ καὶ | |
| 5 | σύνπαντος τοῦ Ποντικοῦ πρατιστεύσαντος |
| ἔθνεος καὶ μέχρι τᾶς τῶν Σεβαστῶν γνώ- | |
| σεως προκόψ̣αντος, πολλὰ δὲ καὶ Βυζαν- | |
| τίων πόλει κατά τε τὰς δαμοσίας χρήας καὶ | |
| τῶν εἰς τὸ ἐνπόριον πλεόντων προστα- | |
| 10 | σίας γενομένου ὠφελίμου, καὶ αὐτὸς ὥσ- |
| περ τὰ λοιπὰ τοῦ πατρός, οὕτως τὰν ποτὶ τὸν | |
| δᾶμον εὔνοιαν καὶ προξενίαν διαδεξά- | |
| μενος, ὑπὸ πάντων μὲν μαρτυρεῖται τῶν | |
| εἰσπλεόντων εἰς τὸν Πόντον πολειτᾶν | |
| 15 | ἐπὶ φιλανθρωπίαι καὶ π<ρ>ονοίαι, καὶ παρα- |
| γενόμενος δὲ εἰς τὰν πόλιν σεμνῶς μὲν | |
| προέστα τᾶς ἐπιδαμίας, προετρέψατο | |
| δὲ εἰς πλήονας ἐλπίδας τόν τε δᾶμον καὶ | |
| τοὺς ἰδιώτας, ἁ δὲ πόλις διά τε τὰς εἰς ἑαυ- | |
| 20 | τὰν εὐεργεσίας καὶ διὰ τὸ τοῦ ἀνδρὸς καὶ |
| τῶν προγόνων ἀξίωμα ἐπιτάδηον ἡγήσα- | |
| το μὴ ἀσαμήωτον αὐτοῦ τὰν παρουσίαν ἀφέ- | |
| μεν, ὅ τε δᾶμος ἐνεκελεύσατο τοῖς στρα- | |
| ταγοῖς τειμᾶσαι τὸν ἄνδρα· δι’ ἃ δὴ δεδό- | |
| 25 | χθαι ἐπαινῆσθαι μὲν Ὀρόνταν Ἀβάβου |
| Ὀλβιοπολείταν ἐπὶ τᾶι διανεκεῖ ποτὶ τὸν | |
| δᾶμον καὶ διὰ προγόνων προνοίαι, εἶμεν δὲ | |
| αὐτὸν καὶ πολείταν καὶ τοὺς ἐγγόνους αὐ- | |
| τοῦ καὶ ποτιγραφῆμεν ποθ’ ἅν κα θέλῃ τᾶν | |
| 30 | ἑκατοστύων· τεθῆμεν δὲ αὐτοῦ καὶ εἰκό- |
| να ἐπίχρυσον ἐν τῶι βουλευτηρίωι ἐν | |
| τόπωι ὧι μὴ ἄλλος ἔχει, καὶ ἐπιγραφὰν ἐπι- | |
| γράψαι τὰν προδεδηλωμέναν. διαπέμψα- | |
| σθαι δὲ καὶ τὸ ψάφισμα τοῦτο δι’ ἐπιστο- | |
| 35 | λᾶς τοῖς Ὀλβιοπολειτᾶν ἄρχουσιν, ἵνα καὶ ἁ |
| πατρὶς αὐτοῦ τᾶς Βυζαντίων εὐνοίας πρὸς | |
| τὸν ἄνδρα καὶ τειμᾶς αἴσθηται. |