[ ]
N. Black Sea — Olbia — ca. 200-210 AD
| 1 | ὁ δῆμος ὁ Ὀλβιοπολειτῶν χρυσῷ στεφάνῳ στεφανοῖ. |
| ἐπὶ ἀρχόντων τῶν περὶ Θρασύβουλον Φλει- | |
| μνάγου τὸ ∙ βʹ ∙ μηνὸς Κυανεψιῶνος ∙ ηιʹ, ἐκκλη- | |
| σίας συνηθροισμένης πανδήμου, εἰσηγησαμέ- | |
| 5 | νων τῶν συνέδρων ∙ Νεῖλος Πουρθαίου εἶπεν· |
| ἐπειδὴ Καλλισθένης Δάδου, γένους γενόμενος | |
| λαμπροῦ καὶ σεβαστογνώστου, ζηλώσας τὸ προγο- | |
| νικὸν ἀξίωμα βίον ἐπανείλατο παντὸς ἐπαίνου | |
| ἄξιον· ἔν τε γὰρ ταῖς μεγίσταις καὶ ἐπωνύμοις | |
| 10 | ἀρχαῖς πρώταις τρισὶν ἄρξας ἐπιμελῶς καὶ πισ- |
| τῶς καὶ δικαίως διήνυσε τὰς ἀρχάς· καὶ στρατη- | |
| γήσας πᾶσαν ἐπιμέλειαν ἐποιήσατο τῆς εἰ- | |
| ρήνης, προκινδυνεύων ἀεὶ τῆς πατρίδος· σει- | |
| [σμοῦ τε γενομένου? μετὰ πάσης προθ]υμίας | |
| 15 | [— — — — — — — — — — — — — — — — — —] |