[ ]
N. Black Sea — Olbia — ca. 200-210 AD — IosPE I 24
| frg. a-e.1 | [ἐπὶ ἀρχόντων τῶν περὶ] Θρασύβουλον Φλειμνάγου ∙ τὸ ∙ β, μηνὸς |
| [τοῦ δεῖνος τῇ δεῖνι, ἐκκ]λησίας συνηθροισμένης πανδήμου, | |
| [εἰσηγησαμένου Καλλισ]θένους Δάδου, Θρασύβουλος Φλει❦- | |
| μνάγου ὁ̣ π̣ρῶτ̣[ος ἄρχ]ω̣ν ∙ τὸ ∙ β ∙ εἶπεν· ἐπειδὴ Καλλισθένης | |
| 5 | Καλλισθένους ἀν[ὴρ γε]ν̣όμενος προγόνων ἐπισήμων τε |
| καὶ σεβαστογνώστων̣ καὶ κτισάντων τὴν πόλιν καὶ πολ- | |
| λὰ ἐν ἐπείγ̣ουσι καιροῖς αὐτὴν εὐεργετηκότων, ὧν ὁ ἔπαι- | |
| νος δυσέφεικτος μὲν λόγῳ, ἀΐμνηστος δὲ χρόνῳ· τοιού- | |
| των οὖν γ[ε]γονὼς προγόνων οὐ μόνον αὐτῶν τὴν οὐσί- | |
| 10 | αν, ἀλλὰ καὶ τὴν ἀρετὴν κληρονομήσας ἐπεκόσμησεν· |
| οὐχ ὑπ’ ἀνάγκης ἀνθρωπίνης δαμασθείς, ἀλλ’ ὑπὸ θεῶν προ- | |
| νοίας παιδευθεὶς αὐτοφυῆ φι<λ>οσοφίαν ἀσύνκριτον ἐκτήσα- | |
| το· ἀνδρωθεὶς δὲ ἥψατο τῆς πολειτείας καὶ πιστῶς μὲν ἐστρα- | |
| τήγησεν, πᾶσαν ἀγαθὴν πρόνοιαν τῆς φυλακῆς ποιησάμενος, | |
| 15 | σεμνῶς δὲ καὶ δικαίως τὰς ἐπωνύμους ἀρχὰς πρώτας τετρά- |
| κις ἦρξεν· λέγων τὰ ἄριστα καὶ πράττων τὰ συνφέροντα πα- | |
| τὴρ ἀπεδείχθη τῆς πόλεως· ἱερεὺς δὲ γενόμενος̣ [το]ῦ̣ προ- | |
| εστῶτος τῆς πόλεως ἡμῶν θεοῦ Διὸς Ὀλβίου κ̣[αὶ — — —]ού- | |
| σας τὸν θεὸν ἁγνῶς, τῆς τῶν ἀέρων εὐκρασ̣[ίας δεόμενος] | |
| 20 | ἐπέτυχεν εὐετηρίας· τήν τε οὐσίαν πᾶ̣σ̣[αν ἐξανήλωσε, τοῖς] |
| δ̣ε̣ομένοις ἐπιδιδ̣οὺς χρήμα̣τ̣[α, ὅσων ἐδέοντο(?) — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| frg. f | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
| 1 | [— — — — — — — — —]#⁷Ο[— — — — — — — — — — — — — — — — — —] |
| [— — — — — — — —]ΣΩΤΕ[— — — — — — — — — — — καὶ ἀναγορευθῆ]- | |
| [ναι ὑπὸ τοῦ κήρ]υκος· ἡ β̣[ουλὴ καὶ ὁ δῆμος στεφανοῖ χρυσῷ στεφάνῳ] | |
| [Καλλισθένην Καλ]λισθένου̣[ς, ἄνδρα ἀγαθὸν τῇ πατρίδι ἀεὶ γενό]- | |
| 5 | [μενον, ἀρετῆ]ς ἕνεκεν κ̣[αὶ τῆς εἰς τὸν δῆμον τὸν Ὀλβιοπολειτῶν] |
| [καλοκαγαθί]ας, ἀνατεθῆ[ναι δὲ αὐτοῦ καὶ εἰκόνα ἔνοπλον(?) ἐν τῷ] | |
| [ἐπισημοτ]ά̣τῳ τῆς πόλ[εως τόπῳ καὶ ἐπιγράψαι τάδε· ὁ δῆμος Καλ]- | |
| [λισθένην Κα]λλι[σθένους(?) — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |