[ ]
N. Black Sea — Olbia — late 2nd/early 3rd c. AD — IosPE I 22 — cf. IosPE I² p. 593 (Corr.)
| 1 | ὅσαι πόλεις ἐστεφάνω̣σαν Θ̣εοκλέα Σατύρου ἥρωα χρυσέοις στεφάνοις· ❦ |
| col. I.2 | Ὀλβιοπολεῖται, |
| Νεικο[μ]ηδεῖς, | |
| Νεικαιεῖς, | |
| col. II.2 | Ἡρακλεῶται, |
| Βυζάντιοι, | |
| Ἀμαστρ̣ιανοί, | |
| col. III.2 | Τιανοί, |
| Προυσεῖς, | |
| Ὀδησσεῖται, | |
| col. IV.2 | Τομεῖται, |
| Ἰστριανοί, | |
| Καλλατιανοί, | |
| col. V.2 | Μείλητος, |
| Κύζικος, | |
| Ἀπάμεια, | |
| col. VI.2 | Χερσόνησσος, |
| Βόσπορος, | |
| Τύρα, Σινώπη. | |
| 5 | ἐπὶ ἀρχόντων τῶν περὶ Θεοκλέα Σατύρου τὸ δʹ, |
| μηνὸς Βοηδρομιῶνος ει, ἐκκλησίας γενομένης | |
| πανδήμου, εἰσηγησαμένου Ἀντιφ̣ῶντος Ἀναξιμέ- | |
| νους, οἱ ἄρχοντες εἶπαν· ἐπὶ {²⁶ἐπεὶ}²⁶ Θεοκλῆς Σατύρου, ἀ- | |
| νὴρ γενόμενος ἐκ προγόνων λαμπρῶν κ<α>ὶ πολλὰ | |
| 10 | τῇ πατρίδι ἡμῶν κατανυσαμένων <ἀγαθὰ> ἔν τε πρεσβείαις καὶ <ἀ>ρ- |
| χαῖς πάσαις καὶ εὐεργεσίαις τῶν καθ’ ἕνα πολειτῶν τε ❦ | |
| καὶ τῶν ἐπιδημούντων παρ’ ἡμᾶς ξένων, κατηκολούθησεν | |
| ὁ ἀνὴρ τῷ τῶν προγόνων ἀξιώματι καὶ τὸ λαμπρὸν καὶ εὔ- | |
| νουν πρὸς τὴν πατρίδα διεδ̣είξατο, ὡς καὶ οἱ πρόγονοι αὐτοῦ, | |
| 15 | ἔν τε ἤθει χρηστῷ καὶ τρόπῳ ἀγαθῷ καὶ εὐνοίᾳ τῇ κοινῇ πε- |
| ρὶ πάντα πᾶσιν διαφερούσῃ, ὡς διὰ τὸ μέτριον αὐτοῦ καὶ περὶ τὴν πα- | |
| τρίδα φιλόστοργον καὶ περὶ τοὺς Ἕλληνας φιλόξενον νεικῆ- | |
| σ̣α̣ι μὲν τοὺς προγόνους τοὺς ἑαυτοῦ, ἰσόρ<ρ>οπον δὲ καταστῆ- | |
| ναι τοῖς τὰ μεγάλα τὴν πατρίδα ἡμῶν εὐεργετηκόσιν, εἴς τε πρεσ- | |
| 20 | βείας αὐτὸς ἑαυτὸν ἑκοντὴν παρέχων ἄοκνον, ἔργων τε ἐπιμε- |
| λείαις καὶ κατασκευ<α>ῖς ἐνεκοπίασεν, ὡς δι’ αὐτὸν περικαλλε- | |
| στέραν καὶ ἐνδοξοτέραν τὴν πόλιν ἡμῶν γενέσθαι, ἀρχαῖς τε | |
| αἷς ἦρξεν καὶ ἱερατείᾳ καὶ στρατηγί<α>ις καὶ λειτουργίαις ἁπάσαις ἑαυτὸ[ν] | |
| ἀφελῶς τῇ πατρίδι εἰς ἅπαντα ἐπεδίδου, ἤρεμόν τε ἑαυτὸν παρέχων | |
| 25 | καὶ ἴσον πᾶσιν, καθαρῶς ἅπαντα καὶ δικαίως διοικῶν. ἄρχων |
| τε τὴν μεγίστην ἀρχὴν τὸ τετράκις ——— καθότι τοιούτων | |
| ἀνδρῶν χρεία ἦν ἄρχειν καὶ πλειστάκις ———, πᾶσαν ὁμόνοι- | |
| αν πολειτευόμενος, τοῖς μὲν ἡλικιώταις προσφερό- | |
| μενος ὡς ἀδελφός, τοῖς δὲ πρεσβυτέροις ὡς υἱός, | |
| 30 | τοῖς δὲ παισὶν ὡς πατήρ, πάσῃ ἀρετῇ κεκοσμημένος, |
| ὑπὸ τοῦ βασκάνου δαίμονος ἀφῃρέθη, μὴ διατελέσας | |
| τὴν ἀρχήν, ὥστε ἐπὶ τούτοις τοὺς πολείτας καὶ τοὺς ξένους | |
| διὰ τὸ ἀφῃρῆσθαι τοῦ προεστῶτος τῆς πόλεως ἀνδρὸς λελυ- | |
| πῆσθαι ἀξιῶσαί τε τήν τε βουλὴν καὶ τὸν δῆμον καὶ τὰς πόλεις, ὧν | |
| 35 | ἐπεδήμουν οἱ <ξ>ένοι, στεφανωθῆναι τὸν Θεοκλέα χρυσῷ στεφά- |
| νῳ καὶ ἀναγορευθῆναι ὑπὸ τοῦ κήρυκος, ὅτι ἡ βουλὴ καὶ ὁ δῆμος | |
| καὶ αἱ πόλεις τῶν παρεπιδημούντων ξένων στεφανοῦσιν Θεο- | |
| κλέα Σατύρου, νεικητὴν γενόμενον τῶν ἀπ’ αἰῶνος περὶ τῶν κοινῇ | |
| πᾶσιν διαφερόντων καὶ τῶν τῇ πόλῃ συμφερόντων, καὶ ἀνατεθῆναι αὐ- | |
| 40 | τοῦ εἰκόνα ἔνοπλον δημοσίᾳ ἐν τῷ γυμνασίῳ, οὗ τῆς κατασκευ- |
| ῆς τὴν ἐπιμέλειαν αὐτὸς πεποίητο· τὸ δὲ ψήφισμα τοῦτο ἀναγραφῆ- | |
| ναι εἰς στήλλην λευκόλιθον καὶ ἀνατεθῆναι ἐν τῷ ἐπισημοτάτῳ τῆ[ς] | |
| πόλεως τόπῳ εἰς τὸ μαθεῖν πάντας τὸν ἄνδρα πρὸς ἀνδρεί<α>ν μὲν | |
| εὔτολμον καὶ πρὸς ἀρετὴν δὲ ἄοκνον καὶ πρὸ<ς> πολείτας σωτή- | |
| 45 | ριον καὶ πρὸς ξένους φιλάνθρωπον, ἢ ἰς προτροπὴν τῶν τὴν πό- |
| λιν φιλεῖν καὶ εὐεργετεῖν δυναμένων. |